ΓΝΗΣΙΑ ΟΡΘΟΔΟΞΟΣ ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΕΛΛΑΔΟΣ
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ

Ἱεραποστολικόν, Ἑποικοδομητικόν καί Ἀντιαιρετικόν φυλλάδιον.
ΑΡΙΘΜ. ΦΥΛΛΟΥ 507 – ΜΗΝ ΙΟΥΝΙΟΣ 2006


ΕΚΚΛΗΣΙΟΛΟΓΙΚΑ

ΠΕΡΙ ΚΑΚΗΣ ΟΜΟΝΟΙΑΣ ΚΑΙ ΚΑΛΗΣ ΔΙΑΦΩΝΙΑΣ

 «Ἐστί κακή ὁμόνοια, καί καλή διαφωνία΄ ἔστι σχισθῆναι καλῶς καί ὁμονοῆσαι κακῶς΄ οἷς γάρ ἡ φιλία ἀπωλείας πρόξενος, τούτοις τό μῖσος ἀρετῆς ὑπόθεσις γίνεται΄καί κρείσσων ἐμπαθοῦς ὁμονοίας, ἡ ὑπέρ ἀπαθείας διάστασις΄ καλόν τό εἰρηνεύειν πρός πάντας, ἀλλ’ ὁμονοοῦντας πρός τήν εὐσέβειαν΄ ἡ γάρ εἰρήνη μετά μέν τοῦ δικαίου καί πρέποντος, κάλλιστον ἐστι κτῆμα καί λυσιτελέστατον, μετά δέ κακίας, ἤ δουλείας ἐπονειδίστου, πάντων αἴσχιστόν τε καί βλαβερώτατον. Ἐπεί οὐδείς δύναται κτήσασθαι τήν ἀγάπην τῶν πονηρῶν καί κακῶν, χωρίς κακίας καί πονηρίας΄ μεγάλη δέ ἀρετή τοῦ δικαίου, ὅταν ἔχη τούς τοῦ Θεοῦ ἐχθρούς, ἐχθρούς΄ καί τούς αὐτοῦ φίλους, φίλους΄ ὥσπερ μεγάλη κακία ἁμαρτωλοῦ, ὅταν τούς τοῦ Θεοῦ φίλους ἔχη ἐχθρούς, καί τούς ἐχθρούς αὐτοῦ φίλους» ( Ἰωσήφ Βρυεννίου, Τά εὑρεθέντα, Τόμος Β, σελ. 22).

ΠΕΡΙ ΤΟΥ ΜΙΚΡΟΥ ΠΟΙΜΝΙΟΥ
«Εἷς εὐδοκιμῶν εἰς τό θεῖον, προτιμότερος ὑπέρ μυριάδας αὐθαδείᾳ σεμνυνομένους. Ἀλλά σύ προτίμησον, εἰ δοκεῖ, τοῦ σωζομένου Νῶε, τό ὑποβρύχιον πλῆθος΄ ἐμοί δέ συγχώρησον τοῖς ὀλίγοις τῆ Κιβωτῶ προσδραμεῖν» (Ἅγιος Θεόδωρος ὁ Στουδίτης)

ΟΥ ΜΟΝΟΝ ΣΥΝΟΔΙΚΩΣ ΑΛΛΑ ΚΑΙ ΚΑΤ’ ΙΔΙΑΝ ΟΙ ΕΠΙΣΚΟΠΟΙ ΕΧΟΥΝ ΔΙΚΑΙΩΜΑ ΚΑΙ ΥΠΟΧΡΕΩΣΙΝ ΝΑ ΚΑΤΑΔΙΚΑΖΟΥΝ ΤΟΥΣ ΑΙΡΕΤΙΚΟΥΣ, ΤΟΥΣ ΚΗΡΥΣΣΟΝΤΑΣ «ΓΥΜΝΗ ΤΗ ΚΕΦΑΛΗ» ΑΙΡΕΤΙΚΑ ΦΡΟΝΗΜΑΤΑ
«Οὐ μόνον οἱ Πατριάρχαι Συνοδικῶς τούς αἱρετικούς ἀναθεματίζουσιν, ἀλλά καί Μητροπολῖται. Ὁ Λουγδούνων Εἰρηναῖος διά 12 Ἐπισκόπων τούς αἱρετικούς κατεδίκασεν. Ὁ Ἀπολινάριος ἐν Ἱεραπόλει 26 Ἐπισκόπων Σύνοδον ἁθροίσας, Μοντανόν καί Μαξιμίλλαν κατέκρινεν. Ὁ Ἐπίσκοπος Ἀχιλῶν καί ὁ Σωτᾶς διά 12 Ἐπισκόπων τούς αὐτούς ἀναθεμάτισαν... Ὁ Θεσσαλονίκης Εὐδόξιος Σύνοδον ἀθροίσας ἐντολῆ Λέοντος τοῦ Αὐτοκράτορος, Εὐτυχῆ καί Διόσκορον καί Τιμόθεον ἀναθεμάτισεν, καί τήν ἐν Χαλκηδόνι ἐβεβαίωσε Σύνοδον.
Πέτρον τόν Κναφέα αἱρεσιάρχην ἀναφανέντα, οὐ μόνον Μητροπολῖται, ἀλλά καί Ἐπίσκοποι καί ΣΥΝΟΔΙΚΩΣ καί ΙΔΙΩΣ (μόνοι τους) κατήλεγξαν, καί ΑΝΑΘΕΜΑΤΙΣΜΟΥΣ κατά τῆς αἱρέσεως αὐτοῦ ἐξέθεντο. Τῆς αἱρέσεως τῶν Μονοθελητῶν ἀναφανείσης, Κόλυβος Ὀρθόδοξος ἐν Βυζαντίῳ Ἐπίσκοπος τά δογματισθέντα Σεργίῳ, Πύρρῳ καί Θεοδώρῳ τῶ Φαράν ἀνεθεμάτισε... Πάντες οὗτοι ... Συνόδους ἁθροίσαντες, τούς μέν αἱρετικούς ἀνεθεμάτισαν, τό δέ Ὀρθόδοξον φρόνημα ἐβεβαίωσαν΄ ὥστε ΤΟ ΑΥΤΟ ΕΡΓΟΝ, Η ΑΥΤΗ ΤΑΞΙΣ, Η ΑΥΤΗ ΘΕΛΗΣΙΣ, Η ΑΥΤΗ ΑΥΘΕΝΤΙΑ, ΑΡΑ ΚΑΙ Η ΑΥΤΗ ΑΞΙΑ ΚΑΙ ΕΞΟΥΣΙΑ.»( Δοσιθέου Ἱεροσολύμων, ΔΩΔΕΚΑΒΙΒΛΟΣ, τόμος Ζ, σελ. 137-143).

Ο ΑΓΙΟΣ ΑΝΑΤΟΛΙΟΣ ΕΧΕΙΡΟΤΟΝΗΘΗ ΥΠΟ ΤΟΥ ΑΙΡΕΤΙΚΟΥ ΔΙΟΣΚΟΡΟΥ, ΠΑΡΟΝΤΟΣ ΚΑΙ ΤΟΥ ΑΙΡΕΤΙΚΟΥ ΕΥΤΥΧΟΥΣ, ΟΤΑΝ ΑΚΟΜΗ ΟΥΤΟΙ ΔΕΝ ΕΙΧΟΝ ΚΗΡΥΞΕΙ «ΓΥΜΝΗ ΤΗ ΚΕΦΑΛΗ» ΤΗΝ ΑΙΡΕΣΙΝ ΤΩΝ. ΑΝΕΔΕΙΧΘΗ ΠΡΟΜΑΧΟΣ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ, ΠΡΟΕΔΡΟΣ ΤΗΣ Δ  ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ ΚΑΙ Ο ΙΔΙΟΣ ΚΑΘΗΡΕΣΕ ΤΟΝ ΧΕΙΡΟΝΗΣΑΝΤΑ ΑΥΤΟΝ ΔΙΟΣΚΟΡΟΝ, ΟΤΑΝ ΕΚΕΙΝΟΣ ΕΚΗΡΥΞΕ ΓΥΜΝΗ ΤΗ ΚΕΦΑΛΗ ΤΗΝ ΑΙΡΕΣΙΝ ΤΟΥ.  ΙΔΟΥ ΤΙ ΛΕΓΕΙ Ο ΑΓΙΟΣ ΤΑΡΑΣΙΟΣ ΠΕΡΙ ΑΥΤΟΥ ΩΣ ΠΡΟΕΔΡΟΣ ΤΗΣ Ζ΄ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ:

«Τί λέγετε περί Ἀνατολίου; Οὐχί Ἔξαρχος τῆς Ἁγίας τετάρτης Συνόδου ἐγεγόνει; Καί ἰδού ὑπό Διοσκόρου τοῦ δυσσεβοῦς ἐκεχειροτόνητο, παρόντος καί Εὐτυχοῦς. Καί ἡμεῖς γοῦν δεχόμεθα τούς ἀπό αἱρετικῶν χειροτονηθέντας, ὡς καί Ἀνατόλιος ἐδέχθη (ἐγένετο δεκτός). Καί αὖθις ἀληθῶς φωνή Θεοῦ ἐστίν, ὅτι οὐκ ἀποθανοῦνται τέκνα ὑπέρ Πατέρων, ἀλλ’ ἕκαστος τῆς ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται΄ καί ὅτι ἐκ τοῦ Θεοῦ ἐστίν ἡ χειροτονία» (Ζ΄  Οἰκουμενικῆς Συνόδου, ΜΑΝΣΙ, 12, 1042).

ΕΚΕΙΝΟΙ ΟΙ ΟΠΟΙΟΙ ΧΕΙΡΟΤΟΝΟΥΝΤΑΙ ΥΠΟ ΒΕΒΗΛΩΝ ΧΕΙΡΩΝ, (ΑΙΡΕΤΙΚΩΝ – ΙΕΡΟΣΥΛΩΝ – ΒΛΑΣΦΗΜΩΝ), ΤΩΝ ΟΠΟΙΩΝ Η ΑΙΡΕ  ΣΙΣ ΚΗΡΥΣΣΕΤΑΙ «ΓΥΜΝΗ ΤΗ ΚΕΦΑΛΗ» ΚΑΙ ΔΙΑ ΤΟΥΤΟ ΕΧΟΥΝ ΚΑΤΑΔΙΚΑΣΘΕΙ ΥΠΟ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ, ΕΑΝ ΖΗΤΗΣΟΥΝ ΝΑ ΕΠΙΣΤΡΕΨΟΥΝ ΕΙΣ ΤΗΝ ΕΚΚΛΗΣΙΑΝ, ΚΑΘΑΙΡΟΥΝΤΑΙ. ΕΙΣ ΑΥΤΗΝ ΤΗΝ ΚΑΤΑΣΤΑΣΙΝ ΘΑ ΕΥΡΕΘΟΥΝ ΟΣΟΙ ΔΕΧΘΟΥΝ ΝΑ ΧΕΙΡΟΤΟΝΗΘΟΥΝ ΑΠΟ ΤΟΝ ΒΛΑΣΦΗΜΟΝ ΚΑΙ ΙΕΡΟΣΥΛΟΝ ΨΕΥΔΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΝΙΚΟΛΑΟΝ, ΕΑΝ ΖΗΤΗΣΟΥΝ ΝΑ ΕΠΙΣΤΡΕΨΟΥΝ ΕΙΣ ΤΗΝ ΕΚΚΛΗΣΙΑΝ. ΕΑΝ ΟΜΩΣ ΠΑΡΑΜΕΙΝΟΥΝ ΕΙΣ ΤΟ ΣΧΙΣΜΑ, ΤΗ ΑΜΑΡΤΙΑ ΤΟΥ ΣΧΙΣΜΑΤΟΣ ΑΠΟΘΑΝΟΥΝΤΑΙ:
«Ἐάν δέ Συνοδική ἐκφώνησις γένηται, καί ὁμόνοια τῶν Ἐκκλησιῶν ἐπί Ὀρθοδοξίᾳ, ὁ τολμῶν ἀπό τῶν βεβήλων χειροτονεῖσθαι, τῆ καθαιρέσει ὑποπεσεῖται» (Ζ΄ Οἰκουμενικῆς Συνόδου, ΜΑΝΣΙ 12, 1050).

ΙΣΤΟΣΕΛΙΔΑ
@ ΓΟΕΕ 2006