ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ ΣΤ΄

α. Περὶ σχισμάτων.
Πρὸ πάντων φυλάσσεσθε, ὦ ἐπίσκοποι, τὰς δεινὰς καὶ χαλεπὰς καὶ ἀθεμίτους αἱρέσεις, φεύγοντες αὐτὰς ὥσπερ πῦρ φλέγον τοὺς αὐτῷ πλησιάζοντας. Φεύγετε δὲ καὶ τὰ σχίσματα. Οὔτε γὰρ πρὸς ἀνοσίους αἱρέσεις θεμιτὸν ἐκκλῖναι τὸν νοῦν, οὔτε τῶν ὁμογνωμόνων χωρίζεσθαι διὰ φιλαρχίαν. Ταῦτα γὰρ καὶ τὸ παλαιόν τινες τολμήσαντες ἐπιχειρῆσαι οὐ διέφυγον τὴν τιμωρίαν. Δαθὰν γὰρ καὶ Ἀβειρὼν ἀντιπρό σωποι γενόμενοι Μωϋσεῖ κατεπόθησαν εἰς γῆν, Κορὲ δὲ καὶ οἱ μετ᾿ αὐτοῦ διακόσιοι πεντήκοντα, τῷ Ἀαρὼν διαστα σιάσαντες, πυρὸς παρανάλωμα γεγόνασιν, Μαριὰμ δὲ ὡς ἑλληνοκοίτην ὀνειδίσασα Μωϋσῆν ἔξω τῆς παρεμβολῆς ἀπε βλήθη ἑπτὰ ἡμέρας· ἔλεγεν γάρ, ὅτι γυναῖκα Μωϋσῆς Αἰθιόπισσαν ἔλαβεν. Οὐ μὴν δὲ ἀλλὰ καὶ Ἀζαρίας ὁ καὶ Ὀζίας, οὗτος δὲ ἦν βασιλεὺς τοῦ Ἰούδα, κατατολμήσας τῆς ἱερωσύνης καὶ θυμιάσαι βουληθεὶς τὸ θυμίαμα, ὃ οὐ προσῆκον ἦν αὐτῷ, κωλυόμενος ὑπὸ Ἀζαρίου τοῦ ἀρχιερέως καὶ τῶν ὀγδοήκοντα ἱερέων καὶ μὴ ὑπακούσας, ἐξανέτειλεν λέπραν ἐν τῷ μετώπῳ καὶ ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν ὁ Κύριος.

β. Ὅτι οὔτε βασιλεῦσιν οὔτε ἱερεῦσι θεμιτὸν ἐπανίστασθαι.
Προσέχωμεν οὖν, ἀγαπητοί, τί τὸ κλέος τῶν στασιασάντων καὶ ποταπὴ ἡ ἀπόφασις αὐτῶν. Εἰ γὰρ ὁ βασιλεῦσιν ἐπεγειρόμενος κολάσεως ἄξιος, κἂν υἱὸς ᾖ, κἂν φίλος, πόσῳ μᾶλλον ὁ ἱερεῦσιν ἐπανιστάμενος; Ὅσῳ γὰρ ἱερωσύνη βασιλείας ἀμείνων, περὶ ψυχῆς ἔχουσα τὸν ἀγῶνα, τοσούτῳ καὶ βαρυτέραν ἔχει τὴν τιμωρίαν ὁ ταύτῃ τολμήσας ἀντομματεῖν, ἤπερ ὁ τῇ βασιλείᾳ. Καίτοιγε οὐδὲ εἶς ἀτιμώρητος· οὔτε γὰρ Ἀβεσσαλὼμ καὶ Ἀβεδδαδὰν ἔμειναν ἀτιμώρητοι, οὔτε Κορὲ καὶ Δαθάν. Οἱ μὲν γὰρ τῷ Δαυὶδ περὶ βασιλείας, οἱ δὲ τῷ Μωϋσεῖ περὶ πρωτείων ἐπανέστησαν ἁμιλλώμενοι. Καὶ ἐκακολόγουν ὁ μὲν Ἀβεσσαλὼμ Δαυὶδ τὸν πατέρα ὡς ἄδικον κριτήν, λέγων ἑκάστῳ· Οἱ λόγοι σου καλοί, καὶ οὐκ ἔστιν ὁ ἀκουσόμενός σου καὶ δικαιώσας σε· τίς με ποιήσει ἄρχοντα; Ὁ δὲ Ἀβεδδαδάν· Οὐκ ἔστιν μοι, φησί, μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί. Δῆλον ὡς ἀναξιοπαθῶν ἄρχεσθαι ὑπὸ Δαυίδ, περὶ οὗ εἶπεν ὁ Θεὸς ὅτι· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Ὁ δὲ Δαθὰν καὶ Ἀβειρὼν καὶ οἱ Κορεῖται λέγοντες Μωϋσεῖ· Μὴ μικρόν, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ γῆς ῥεούσης μέλι καὶ γάλα; Καὶ τί ὅτι ἐξέκοψας τοὺς ὀφθαλμοὺς ἡμῶν; Καὶ σὺ ἄρχεις ἡμῶν; Καὶ ἐπισυνέστησαν ἐπ᾿ αὐτὸν ἐκκλησίαν μεγάλην· Καὶ οἱ Κορεῖται· Μὴ Μωϋσεῖ λελάληκεν μόνῳ ὁ Θεός; Τί ὅτι τῷ Ἀαρὼν δέδωκεν τὴν ἀρχιερωσύνην μόνῳ; Οὐχὶ πᾶσα ἡ συναγωγὴ Κυρίου ἁγία; Καὶ τί ὅτι Ἀαρὼν ἱερατεύει μόνος; Καὶ πρὸ τούτων ἄλλος τις ἔλεγεν· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμᾶς;

γ. Περὶ τῆς Μωϋσέως ἀρετῆς καὶ ἀπιστίας τοῦ Ἰουδαίων ἔθνους, καὶ ὧν ὁ Θεὸς ἐθαυματούργησε δι᾿ αὐτοῦ.
Καὶ ἐπανέστησαν Μωϋσεῖ τῷ τοῦ Θεοῦ θεράποντι, τῷ παρὰ πάντας ἀνθρώπους πραοτάτῳ καὶ πιστῷ, τῷ τοσαῦτα παρὰ Θεοῦ σημεῖα καὶ τέρατα τῷ λαῷ πεποιηκότι, τῷ τὰ ἔνδοξα καὶ θαυμαστὰ ἔργα εἰς εὐεργεσίαν αὐτῶν τετελεκότι, τῷ ἐπ᾿ Αἰγυπτίου δεκάπληγον πεπληρωκότι, τῷ τὴν ἐρυθρὰν θάλασσαν διῃρηκότι καὶ ὡς τεῖχος τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν διαστήσαντι καὶ ὡς δι᾿ ἐρήμου ξηρᾶς τὸν λαὸν ἀγηοχότι καὶ βυθίσαντι Φαραὼ καὶ τοὺς Αἰγυπτίους καὶ πάντας τοὺς παρ᾿ αὐτῶν μετ᾿ αὐτῶν, τῷ γλυκάναντι πηγὴν αὐτοῖς διὰ ξύλου καὶ ἐκ πέτρας ἀκροτόμου προαγα γόντι αὐτοῖς ὕδωρ διψῶσιν, τῷ ἐξ οὐρανοῦ μαννοδοτήσαντι αὐτοῖς καὶ ἐξ ἀέρος κρεοδοτήσαντι, τῷ ἐν νυκτὶ στῦλον πυρὸς εἰς φωτισμὸν καὶ ὁδηγίαν αὐτοῖς παρεχομένῳ καὶ στῦλον νεφέλης εἰς σκιασμὸν ἡμέρας διὰ τὸν ἐξ ἡλίου φλογμόν, τῷ νόμον Θεοῦ ἐκ στόματος καὶ χειρὸς καὶ γραφῆς Θεοῦ ἐν πλαξὶ λιθίναις κεκολαμμένον παρασχομένῳ αὐτοῖς τελείου ἀριθμοῦ δεκάλογον, ᾧ ὁ Θεὸς ἐνώπιος ἐνωπίῳ ὡμίλει, ὡσεί τις λαλήσαι πρὸς τὸν ἑαυτοῦ φίλον, περὶ οὗ εἶπεν· Καὶ οὐκ ἀνέστη προφήτης ὡς Μωϋσῆς. Τούτῳ ἐπανέστησαν οἱ Κορεῖται καὶ οἱ Ῥουβηλῖται, καὶ λίθους ἔβαλον κατὰ τοῦ Μωϋσέως προσευχομένου καὶ λέγοντος· Μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν. Καὶ ὀφθεῖσα ἡ δόξα τοῦ Θεοῦ τοὺς μὲν εἰς γῆν κατήνεγκεν, τοὺς δὲ πυρὶ κατέφλεξεν. Καὶ οὕτως τοὺς ἀρχηγοὺς τῆς πλάνης τοῦ σχίσματος λέγοντας· Δῶμεν ἀρχηγὸν ἑαυτοῖς, ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν αὐτοὺς καὶ τὰς σκηνὰς αὐτῶν καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ κατῆλθον εἰς ᾅδου ζῶντες, τοὺς δὲ Κορείτας ἀπώλεσεν διὰ πυρός.

δ. Ὅτι ἀποσχίζει οὐχ ὁ τῶν ἀσεβῶν χωριζόμενος, ἀλλ᾿ ὁ τῶν εὐσεβῶν ἀφιστάμενος.
Εἰ οὖν τοῖς διὰ φιλαρχίαν ἀποσχίσασιν παραυτίκα ὁ Θεὸς ἐπήγαγεν τὴν τιμωρίαν, πόσῳ μᾶλλον τοῖς αἱρέσεων ἀσεβῶν καθηγησαμένοις; οὐ σφοδροτέραν ἐπάξει τὴν τίσιν βλασφημοῦσιν αὐτοῦ τὴν πρόνοιαν ἢ τὴν δημιουργίαν; Ἀλλ᾿ ὑμεῖς, ἀδελφοί, ἐκ τῆς γραφῆς παιδευόμενοι, φυλάς σεσθε μὴ ποιεῖν τὰ σχίσματα τῆς γνώμης μήτε μὴν τῆς ἑνώσεως ὑμῶν, ὅτι σκοποὶ ἀπωλείας οἱ δόξης ἀθεμίτου ἄρξαντες καθίστανται τοῖς λαοῖς. Ὁμοίως καὶ οἱ λαικοί, τοῖς τῇ γνώμῃ τοῦ Θεοῦ ἐναντία δογματίσασιν μὴ πλησιάζετε μηδὲ κοινωνοὶ τῆς ἀσεβείας αὐτῶν γίνεσθε, λέγει γὰρ καὶ ὁ Θεός· Ἀποσχίσθητε ἐκ μέσου τῶν ἀνδρῶν τούτων, ἵνα μὴ συναπόλησθε αὐτοῖς. Καὶ πάλιν· Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς.

ε. Τίνος χάριν ἀπεβλήθη ὁ ψευδώνυμος Ἰσραήλ, ἀπόδειξις ἐκ προφη τικῶν προρρήσεων.
Φευκτέοι γάρ εἰσιν ὡς ἀληθῶς οἱ βλασφημοῦντες Θεόν· οἱ μὲν γὰρ πλεῖστοι τῶν ἀσεβῶν ἄγνοιαν ἔχουσιν Θεοῦ, οὗτοι δὲ κακόνοιαν ὡς θεομάχοι νοσοῦσιν· ἐκ γὰρ τῆς κακίας τῶν αἱρεσιωτῶν ἐξῆλθεν μόλυσμα ἐπὶ πᾶσαν τὴν γῆν, ὥς φησιν Ἱερεμίας ὁ προφήτης. Ἀποβληθείσης γὰρ τῆς συναγωγῆς τῆς πονηρᾶς ὑπὸ Κυρίου τοῦ Θεοῦ καὶ τοῦ οἴκου ἀπορριφέντος ὑπ᾿ αὐτοῦ, καθώς πού φησιν· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου. Καὶ πάλιν· Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδ᾿ οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἐγκαταλιπὼν οὖν τὸν λαὸν ὡς σκηνὴν ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλιν πολιορκουμένην, περιελὼν δὲ ἀπ᾿ αὐτῶν καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν προφητικὸν ὑετόν, ἐπλήρωσεν τὴν αὐτοῦ Ἐκκλησίαν πνευματικῆς χάριτος ὡς ποταμὸν Αἰγύπτου ἐν ἡμέραις νέων, καὶ ὑπερύψωσεν αὐτὴν ὡς οἶκον ἐπ᾿ ὄρους ἢ ὡς ὄρος ὑπερφερές, ὡς ὄρος τετυρωμένον καὶ ὄρος πῖον, ἐν ᾧ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος. Καὶ ἐν τῷ Ἱερεμίᾳ λέγει· Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν. Καὶ ἐν Ἡσαΐᾳ λέγει· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾿ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Ἐπεὶ οὖν καὶ τὸν λαὸν ἐγκατέλιπεν, καὶ τὸν ναὸν ἀφῆκεν ἔρημον, σχίσας τὸ καταπέτασμα τοῦ ναοῦ καὶ λαβὼν ἀπ᾿ αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον· Ἰδοὺ γάρ, φησίν, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος, καὶ δοὺς ἐφ᾿ ὑμᾶς τοὺς ἐξ ἐθνῶν τὴν πνευ ματικὴν χάριν, ὡς λέγει διὰ Ἰωὴλ τοῦ προφήτου· Καὶ ἔσται μετὰ ταῦτα, λέγει ὁ Θεός, καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύ ματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, πᾶσαν γὰρ δύναμιν λόγου καὶ ἐνέργειαν καὶ τὴν τοιάνδε ἐπισκοπὴν ἀπάρας ὁ Θεὸς ἐκ τοῦ λαοῦ, εἰς ὑμᾶς τοὺς ἐξ ἐθνῶν ἔθετο. Διὰ γὰρ τοῦτο ζηλώσας καὶ ὁ διάβολος τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν μετέστη εἰς ὑμᾶς, ἐπεγείρας ὑμῖν θλίψεις, διωγμούς, ἀκαταστασίας, βλασφημίας, σχίσματα, αἱρέσεις· ἐκεῖνον γὰρ τὸν λαὸν διὰ τῆς χριστοκτονίας εἰς ἑαυτὸν ὑπηγάγετο, ὑμᾶς δὲ ἀποστάντας αὐτοῦ τῆς ματαιότητος ἄλλοτε ἄλλως πειράζει, ὡς καὶ τὸν μακάριον Ἰώβ. Καὶ γὰρ τῷ μεγάλῳ ἀρχιερεῖ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ ἀντέκειτο, καὶ ἡμᾶς πολλάκις ἐξῃτήσατο ἐξυδαρωθῆναι, ὅπως ἐκλείπῃ ἡ πίστις ἡμῶν. Ἀλλ᾿ ὁ ἡμέτερος Κύριος καὶ διδάσκαλος, ἐν δίκῃ καταστήσας αὐτόν, ἔλεγεν αὐτῷ· Ἐπιτιμήσαι ἐν σοὶ Κύριος, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλε ξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ἐξεσπασμένον ὡς δαλός; Καὶ ὁ εἰπὼν τότε τοῖς παρεστῶσιν τῷ ἀρχιερεῖ· Περιέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ᾿ αὐτοῦ, καὶ ἐπειπών· Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου ἀπὸ σοῦ, οὗτος ἐρεῖ καὶ νῦν, ὡς καὶ πάλαι συνηθροισμένων ἡμῶν ἔλεγεν περὶ ἡμῶν, ὅτι Ἐδεήθην, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις ὑμῶν.

στ. Περὶ αἱρέσεων ἰουδαικῶν.
Εἶχεν μὲν οὖν καὶ ὁ ἰουδαικὸς ὄχλος αἱρέσεις κακίας. Καὶ γὰρ καὶ Σαδδουκαῖοι ἐξ αὐτῶν οἱ μὴ ὁμολογοῦντες νεκρῶν ἀνάστασιν. Καὶ Φαρισαῖοι οἱ τύχῃ καὶ εἱμαρμένῃ ἐπιγράφοντες τὴν τῶν ἁμαρτανόντων πρᾶξιν. Καὶ Μασβω θαῖοι οἱ πρόνοιαν ἀρνούμενοι, ἐξ αὐτομάτου δὲ φορᾶς λέγοντες τὰ ὄντα συνεστάναι καὶ ψυχῆς τὴν ἀθανασίαν περικόπτοντες. Καὶ Ἡμεροβαπτισταί, οἵτινες καθ᾿ ἑκάστην ἡμέραν ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, ἀλλὰ καὶ τὰς κλίνας καὶ τοὺς πίνακας ἤτοι κρατῆρας καὶ ποτήρια καὶ καθίσματα, ἐὰν μὴ καθάρωσιν ὕδατι, οὐδενὶ χρῶνται. Καὶ οἱ ἐφ᾿ ἡμῶν νῦν φανέντες Ἐβιωναῖοι, τὸν Υἱὸν τοῦ Θεοῦ ψιλὸν ἄνθρωπον εἶναι βουλόμενοι, ἐξ ἡδονῆς ἀνδρὸς καὶ συμπλοκῆς Ἰωσὴφ καὶ Μαρίας αὐτὸν γεννῶντες. Οἱ δὲ τούτων πάντων ἑαυτοὺς χωρίσαντες καὶ τὰ πάτρια φυλάσσοντές εἰσιν Ἐσσαῖοι. Ταῦτα μὲν οὖν ἐν τῷ προτέρῳ λαῷ, καὶ νῦν ὁ πονηρός, σοφὸς ὢν τοῦ κακοποιῆσαι καὶ τὸ καλὸν ὅ τι ποτέ ἐστιν ἀγνοῶν, ἐξ ἡμῶν τινας ἐκβαλὼν ἐνήργησεν ἐν αὐτοῖς αἱρέσεις καὶ σχίσματα.

ζ. Ὁπόθεν ἀνεφύησαν αἱ παρὰ χριστιανοῖς αἱρέσεις, καὶ ὅστις αὐτῶν ἀρχηγὸς τῆς ἀσεβείας γεγένηται.
Ἡ δὲ καταρχὴ τῶν νέων αἱρέσεων γέγονεν οὕτως. Σίμωνά τινα ἀπὸ Γιτθῶν οὕτω καλουμένης κώμης Σαμαρέα, τῇ τέχνῃ μάγον, ἐνδυσάμενος ὁ διάβολος ὑπηρέτην τῆς αὐτοῦ μοχθηρᾶς γνώμης ἐποιήσατο. Ἡνίκα δὲ Φίλιππος ὁ συναπόστολος ἡμῶν τῇ τοῦ Κυρίου δόσει καὶ τῇ τοῦ Πνεύμα τος αὐτοῦ ἐνεργείᾳ δυνάμεις ἰαμάτων ἐπετέλει ἐν Σαμαρείᾳ, ὡς καταπλαγέντας τοὺς Σαμαρεῖς εἰς πίστιν ἐλθεῖν τοῦ τῶν ὅλων Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ καὶ βαπτίσασθαι εἰς τὸ ὄνομα αὐτοῦ, ἤδη δὲ καὶ αὐτοῦ τοῦ Σίμωνος σημεῖα καὶ τέρατα θεασαμένου ἄνευ μαγγανείας τινὸς γοητικῆς ἐπιτε λούμενα καὶ εἰς θαῦμα καταπεσόντος, καὶ πιστεύσαντος καὶ βαπτισθέντος καὶ προσκαρτεροῦντος τῇ νηστείᾳ καὶ τῇ προσευχῇ· ἀκούσαντες ἡμεῖς τὴν χάριν τοῦ Θεοῦ τὴν ὑπάρξασαν Σαμαρεῦσι διὰ Φιλίππου, παρεγενόμεθα πρὸς αὐτοὺς καὶ πολὺ συμβαλλόμενοι τῷ λόγῳ τῆς διδασκαλίας, πᾶσι τοῖς βεβαπτισμένοις ἐπιθέντες τὰς χεῖρας εὐχαῖς τὴν τοῦ Πνεύματος μετουσίαν ἐδωρούμεθα. Ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἡμῶν δίδοται τὸ Πνεῦμα τοῖς πιστεύουσιν, λαβὼν χρήματα προσήνεγκεν ἡμῖν λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα κἀγὼ ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα ἅγιον, βουλό μενος, ὡς τὸν Ἀδὰμ τῇ γεύσει τοῦ ξύλου τῆς κατ᾿ ἐπαγγελίαν ἀθανασίας ἐστέρησεν, οὕτως καὶ ἡμᾶς τῇ λήψει τῶν χρημάτων θέλξας τῆς δόσεως τοῦ Θεοῦ περιγράψαι, ὅπως ἀντικαταλλα ξάμενοι ἀποδώμεθα αὐτῷ χρημάτων τὴν ἀτίμητον τοῦ Πνεύματος δωρεάν. Πάντων δὲ ἡμῶν ἐπὶ τούτῳ ταραχθέν των, ἀτενίσας ἐγὼ Πέτρος εἰς τὸν ἐν αὐτῷ κακοῦργον ὄφιν εἶπον τῷ Σίμωνι· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς ἐν τῷ λόγῳ τούτῳ οὐδὲ κλῆρος ἐν τῇ πίστει ταύτῃ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ· μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας θεωρῶ σε ὄντα. Ἀλλὰ τότε μὲν ὁ Σίμων ἔμφοβος γενόμενός φησιν· Παρακαλῶ, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε.

η. Τίνες τῆς Σίμωνος ἀσεβείας διάδοχοι, καὶ οἵων αἱρέσεων κατῆρξαν ἐφ᾿ ἑξῆς, καὶ τὸ θ καὶ τὸ ι κεφάλαιον περιέχει καὶ τὸ κ τοῦ παρόντος κεφαλαίου.
Ἡνίκα δὲ ἐξήλθομεν ἐν τοῖς ἔθνεσιν κηρύσσειν εἰς τὸν κόσμον τὸν λόγον τῆς ζωῆς, τότε ἐνήργησεν ὁ διάβολος εἰς τὸν λαόν, ἀποστεῖλαι ὀπίσω ἡμῶν ψευδαποστόλους εἰς βεβήλωσιν τοῦ λόγου· καὶ προεβάλοντο Κλεόβιόν τινα καὶ παρέζευξαν τῷ Σίμωνι, οὗτοι δὲ μαθητεύουσιν Δοσιθέῳ τινί, ὃν καὶ παρευδοκιμήσαντες ἐξώσαντο τῆς ἀρχῆς· εἶτα καὶ ἕτεροι ἑτέρων κατῆρξαν ἐκτόπων δογμάτων, Κήρινθος καὶ Μάρκος καὶ Μένανδρος καὶ Βασιλείδης καὶ Σατορνῖλος. Τούτων οἱ μὲν πολλοὺς θεούς, οἱ δὲ τρεῖς ἐναντίους, ἀνάρχους, ἀεὶ συνόντας ἑαυτοῖς, οἱ δὲ ἀπείρους καὶ ἀγνώστους δοξάζουσιν· καὶ οἱ μὲν τὸν γάμον ἀθετοῦσιν, οὐκ εἶναι τοῦ Θεοῦ ἔργον δοξάζοντες, ἄλλοι δέ τινα τῶν βρωμάτων βδελύσσονται, οἱ δὲ ἀναίδην ἐκπορνεύουσιν, οἷοι οἱ νῦν ψευδώνυμοι ΝικολαὉται.

θ. Ὅπως Σίμων γοητείαις τισὶ πτῆναι θελήσας εὐχαῖς Πέτρου κατενεχθεὶς ἐξ ὕψους κάτω συνετρίβη τοὺς πόδας καὶ τῶν χειρῶν τοὺς τάρσους· ἱστορεῖ Κλήμης, Ἡγήσιππος, Ἰουστῖνος καὶ Εἰρηναῖος.
Ὁ μέντοι Σίμων ἐμοὶ Πέτρῳ πρῶτον μὲν ἐν Καισαρείᾳ τῇ Στράτωνος, ἔνθα Κορνήλιος ὁ πιστὸς ἐπίστευ σεν ὢν ἐθνικὸς ἐπὶ τὸν Κύριον Ἰησοῦν δι᾿ ἐμοῦ, συντυχών μοι ἐπειρᾶτο διαστρέφειν τὸν λόγον τοῦ Θεοῦ, συμπαρόντων μοι τῶν ἱερῶν τέκνων, Ζακχαίου τοῦ ποτε τελώνου καὶ Βαρνάβα, καὶ Νικήτου καὶ Ἀκύλα ἀδελφῶν Κλήμεντος τοῦ Ῥωμαίων ἐπισκόπου τε καὶ πολίτου, μαθητευθέντος δὲ καὶ Παύλῳ τῷ συναποστόλῳ ἡμῶν καὶ συνεργῷ ἐν τῷ Εὐαγγε λίῳ· καὶ τρίτον ἐπ᾿ αὐτῶν διαλεχθεὶς αὐτῷ εἰς τὸν περὶ προφήτου λόγον καὶ περὶ Θεοῦ μοναρχίας, ἡττήσας αὐτὸν δυνάμει τοῦ Κυρίου καὶ εἰς ἀφωνίαν καταβαλὼν φυγάδα κατέστησα εἰς τὴν Ἰταλίαν. Γενόμενος δὲ ἐν Ῥώμῃ πολὺ τὴν Ἐκκλησίαν ἔσκυλεν, πολλοὺς ἀνατρέπων καὶ ἑαυτῷ περιποιούμενος, τά τε ἔθνη ἐξιστῶν μαγικῇ ἐμπειρίᾳ καὶ δαιμόνων ἐνεργείᾳ, ὡς καί ποτε μέσης ἡμέρας προελθὼν εἰς τὸ θέατρον αὐτῶν, κελεύσας τοῖς δήμοις ἁρπαγῆναι κἀμέ, ἐν τῷ θεάτρῳ ἐπηγγέλλετο πτῆναι δι᾿ ἀέρος. Πάντων δὲ ἐπὶ τούτῳ μετεώρων τυγχανόντων ἐγὼ προσηυχόμην καθ᾿ ἑαυτόν, καὶ δὴ μετεωρισθεὶς ὑπὸ δαιμόνων ἵπτατο μετάρσιος εἰς ἀέρα, λέγων εἰς οὐρανοὺς ἀνιέναι κἀκεῖθεν αὐτοῖς τὰ ἀγαθὰ ἐπιχορηγήσειν· τῶν δὲ δήμων ἐπευφημούντων αὐτὸν ὡς θεόν, ἐκτείνας ἐγὼ τὰς χεῖρας εἰς οὐρανὸν σὺν αὐτῇ τῇ διανοίᾳ ἱκέτευον τὸν Θεὸν διὰ Ἰησοῦ τοῦ Κυρίου ῥῆξαι τὸν λυμεῶνα καὶ τὴν ἰσχὺν τῶν δαιμόνων περικόψαι ἐπ᾿ ἀπάτῃ καὶ ἀπωλείᾳ ἀνθρώπων κεχρημένων αὐτῇ, ῥάξαντα δὲ μὴ θανατῶσαι, ἀλλὰ συντρῖψαι. Καὶ ὑπολαβών, ἀτενίσας εἶπον τῷ Σίμωνι· Εἰ Θεοῦ ἄνθρωπος ἐγώ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ ἀληθὴς καὶ διδάσκαλος εὐσεβείας, ἀλλ᾿ οὐ πλάνης, οἷος σὺ Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν τοῦ τῆς εὐσεβείας ἀποστάτου, ἐφ᾿ αἷς ὀχεῖται Σίμων ὁ μάγος, ἀφεῖναι τῆς κρατήσεως, ὅπως ἐξ ὕψους κατενεχθῇ εἰς γέλωτα τῶν ἀπατηθέντων ὑπ᾿ αὐτοῦ. Καὶ εἰπόντος μου ταῦτα, περι κοπεὶς τῶν δυνάμεων ὁ Σίμων μετὰ μεγάλου ἤχου κατηνέχθη καὶ ῥαγεὶς πτῶμα ἐξαίσιον συντρίβεται τὸ ἰσχίον καὶ τῶν ποδῶν τοὺς ταρσούς. Καὶ φωνὴ τῶν ὄχλων λέγουσα· Εἷς Θεός, ὃν Πέτρος δικαίως καταγγέλλει τῇ ἀληθείᾳ μόνον. Καὶ πολλοὶ ἀπέστησαν ἀπ᾿ αὐτοῦ, τινὲς δὲ ἄξιοι τῆς ἀπωλείας αὐτοῦ ὄντες παρέμειναν αὐτοῦ τῇ μοχθηρᾷ διδασκαλίᾳ. Καὶ οὕτως πρώτη ἐπάγη ἡ τῶν Σιμωνιανῶν ἀθεωτάτη αἵρεσις ἐν Ῥώμῃ, καὶ διὰ τῶν λοιπῶν ψευδα ποστόλων ἐνήργει ὁ διάβολος.

ι. Ὅπως αἱ αἱρέσεις καὶ πρὸς ἑαυτὰς καὶ πρὸς τὴν ἀλήθειαν διαφω νοῦσιν.
Τούτοις δὲ πᾶσιν ἐπίσης σκοπὸς ἦν εἷς καὶ ὁ αὐτὸς ἀθεότητος, τὸν μὲν παντοκράτορα Θεὸν βλασφημεῖν, ἄγνωστον δοξάζειν καὶ μὴ εἶναι Πατέρα τοῦ Χριστοῦ μηδὲ τοῦ κόσμου δημιουργόν, ἀλλ᾿ ἄλεκτον, ἄρρητον, ἀκατονό μαστον, αὐτογένεθλον· Νόμῳ καὶ Προφήταις μὴ χρᾶσθαι, πρόνοιαν μὴ εἶναι, ἀνάστασιν μὴ πιστεύειν, κρίσιν μὴ εἶναι καὶ ἀνταπόδοσιν, ψυχὴν ἀθάνατον μὴ ὑπάρχειν, ἡδονῇ χαίρειν μόνῃ καὶ πρὸς πᾶσαν θρησκείαν ἀδιαφόρως ἐκκλίνειν. Οἱ μὲν γὰρ πλείους θεοὺς εἶναι λέγουσιν, οἱ δὲ τρεῖς ἀνάρχους, οἱ δὲ δύο ἀγεννήτους, οἱ δὲ αἰῶνας ἀπείρους· καὶ οἱ μὲν αὐτῶν ἀγαμίαν διδάσκουσιν καὶ κρεῶν ἀποχὴν καὶ οἴνου, βδελυκτὰ λέγοντες εἶναι καὶ γάμον καὶ παίδων γένεσιν καὶ βρωμάτων μετάληψιν, ἵν᾿ ὡς σεμνοί τινες τὴν πονηρὰν αὐτῶν γνώμην ὡς ἀξιόπιστον παραδεχθῆναι ποιήσωσιν· τινὲς δὲ ἐξ αὐτῶν νομοθετοῦσι κρεῶν ἀπέχεσθαι οὐχ ὡς ἀλόγων ζῴων, ἀλλ᾿ ὡς λογικὴν ἐχόντων ψυχὴν καὶ φόνου δίκην εἰσπράσσεσθαι μελλόντων τῶν ταῦτα κατατολμώντων σφάζειν. Ἕτεροι δὲ ἐξ αὐτῶν ἔλεγον μόνου δεῖν χοιρείου ἀπέχεσθαι, τὰ δὲ κατὰ νόμον καθαρὰ ἐσθίειν καὶ περιτέμνεσθαι νομίμως, πιστεύειν δὲ εἰς Ἰησοῦν ὡς εἰς ὅσιον ἄνδρα καὶ προφήτην· ἄλλοι δὲ ἀναίδην ἐκπορνεύειν καὶ παραχρᾶσθαι τῇ σαρκὶ ἐδίδασκον καὶ διὰ πάσης ἀνοσιουργίας ἰέναι, ὡς οὕτως καὶ μόνως ἐκφεύξεσθαι τὴν ψυχὴν τοὺς κοσμικοὺς ἄρχοντας. Οὗτοι δὲ πάντες τοῦ διαβόλου τυγχάνουσιν ὄργανα καὶ υἱοὶ ὀργῆς.

ια. Ἐξήγησις ἀποστολικοῦ κηρύγματος.
Ἡμεῖς δὲ τέκνα Θεοῦ καὶ υἱοὶ εἰρήνης, τὸν ἱερὸν καὶ εὐθῆ λόγον κηρύσσοντες τῆς εὐσεβείας, ἕνα μόνον Θεὸν καταγγέλλομεν, νόμου καὶ προφητῶν Κύριον, τῶν ὄντων δημιουργόν, τοῦ Χριστοῦ Πατέρα, οὐκ αὐταίτιον καὶ αὐτο γένεθλον, ὡς ἐκεῖνοι οἴονται, ἀλλ᾿ ἀΐδιον καὶ ἄναρχον καὶ φῶς οἰκοῦντα ἀπρόσιτον, οὐ δεύτερον ὄντα ἢ τρίτον ἢ πολλοστόν, ἀλλὰ μόνον ἀιδίως, οὐκ ἄγνωστον ἢ ἄλεκτον, ἀλλὰ διὰ Νόμου καὶ Προφητῶν κηρυσσόμενον, παντοκρά τορα, παντάρχην, παντεξούσιον· Θεὸν καὶ Πατέρα τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης δημιουργίας, ἕνα Θεὸν ἑνὸς Υἱοῦ Πατέρα, οὐ πλειόνων, ἑνὸς παρακλήτου διὰ Χριστοῦ καὶ τῶν ἄλλων ταγμάτων ποιητήν· ἕνα δημιουρ γὸν διαφόρου κτίσεως διὰ Χριστοῦ ποιητήν, τὸν αὐτὸν προνοητήν, νομοθέτην δι᾿ αὐτοῦ, ἀναστάσεως αἴτιον καὶ κρίσεως καὶ ἀνταποδόσεως δι᾿ αὐτοῦ γενόμενον· τοῦτον αὐτὸν καὶ ἄνθρωπον εὐδοκήσαντα γενέσθαι καὶ πολιτευσά μενον ἄνευ ἁμαρτίας καὶ παθόντα καὶ ἀποθανόντα καὶ ἀναστάντα ἐκ νεκρῶν καὶ ἀνελθόντα πρὸς τὸν ἀποστείλαντα. Πᾶν κτίσμα Θεοῦ καλόν φαμεν καὶ οὐδὲν βδελυκτόν, πᾶν τὸ πρὸς σύστασιν δικαίως μεταλαμβανόμενον ἄριστον· Πάντα γὰρ κατὰ τὴν γραφὴν καλὰ λίαν. Γάμον νόμιμον καὶ παίδων γένεσιν τιμίαν καὶ ἀμόλυντον εἶναι πιστεύομεν· ἐπ᾿ αὐξήσει γὰρ τοῦ γένους τῶν ἀνθρώπων διαφορὰ σχημάτων διεπλάσθη ἐν τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ. Ψυχὴν ἀσώματον καὶ ἀθάνατον ἐν ἡμῖν ὁμολογοῦμεν, ἀλλ᾿ οὐ φθαρτὴν ὡς τὰ σώματα, ἀλλ᾿ ἀθάνατον ὡς λογικὴν καὶ αὐτεξούσιον. Πᾶσαν μίξιν παράνομον καὶ τὴν παρὰ φύσιν γινομένην ὑπό τινων βδελυσσόμεθα ὡς ἀθέμιτον καὶ ἀνοσίαν. Ἀνάστασιν γίνεσθαι ὁμολογοῦμεν δικαίων τε καὶ ἀδίκων καὶ μισθαποδοσίαν. Τὸν Χριστὸν οὐ ψιλὸν ἄνθρωπον ὁμολογοῦμεν, ἀλλὰ Θεὸν Λόγον καὶ ἄνθρωπον, μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἀρχιερέα τοῦ Πατρός· οὔτε μὴν μετὰ Ἰουδαίων περιτεμνόμεθα, εἰδότες, ὅτι ἐλήλυθεν ᾧ ἀπέκειτο καὶ δι᾿ ὃν ἐφυλάσσετο τὰ γένη, ἡ προσδοκία τῶν ἐθνῶν, Ἰησοῦς ὁ Χριστὸς ὁ ἐξ Ἰούδα ἀνατείλας, ὁ ἐκ βλαστοῦ υἱός, τὸ ἐξ Ἰεσσαὶ ἄνθος, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου.

ιβ. Πρὸς τοὺς Χριστὸν ὁμολογοῦντας, ἰουδαΐζειν δὲ θέλοντας.
Ἀλλ᾿ ἐπεὶ τότε αὕτη ἡ αἵρεσις ἰσχυροτέρα πρὸς πλάνην ἔδοξεν εἶναι, καὶ τῆς Ἐκκλησίας ὅλης κινδυνευούσης, ἡμεῖς οἱ δώδεκα συνελθόντες εἰς Ἱερουσαλήμἀντὶ γὰρ τοῦ προδότου Ματθίας σὺν ἡμῖν κατεψηφίσθη ἀπόστολος εἶναι, λαβὼν τὸν κλῆρον Ἰούδα, ὡς εἴρηται· Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτεροςἐπεσκεπτόμεθα ἅμα Ἰακώβῳ τῷ τοῦ Κυρίου ἀδελφῷ, τί γένηται· καὶ ἔδοξεν αὐτῷ τε καὶ τοῖς πρεσβυτέροις λόγους διδασκαλίας προσλαλῆσαι τῷ λαῷ. Καὶ γάρ τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας εἰς Ἀντιό χειαν ἐδίδασκον τοὺς ἐκεῖ ἀδελφούς, λέγοντες, ὅτι ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως καὶ τοῖς ἄλλοις ἔθεσιν οἷς διετάξατο περιπατῆτε, οὐ δύνασθε σωθῆναι. Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης, οἱ ἐν Ἀντιοχείᾳ ἀδελφοί, γνόντες, ὅτι συνεληλύθαμεν πάντες περὶ τούτου ζητήσοντες, ἐξαπέστειλαν πρὸς ἡμᾶς ἄνδρας πιστοὺς καὶ τῶν γραφῶν εἰδήμονας, μαθεῖν περὶ τοῦ ζητήματος τούτου. Οἱ δέ, παραγενόμενοι εἰς Ἱερουσαλήμ, ἀνήγγειλαν ἡμῖν τὰ ζητηθέντα καὶ ἐν τῇ Ἀντιοχέων Ἐκκλησίᾳ, ὡς ὅτι τινὲς ἔλεγον, ὅτι δεῖ περιτέμνεσθαι καὶ τὰς ἄλλας ἁγνείας παρα φυλάττειν. Ἄλλων δὲ ἄλλο τι λεγόντων, ἐγὼ Πέτρος ἀναστὰς εἶπον πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπί στασθε, ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ Θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ Εὐαγγελίου καὶ πιστεῦσαι· καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς. Κορνηλίῳ γάρ ποτε ἑκατοντάρχῃ ῥωμαικῆς ἀρχῆς ὤφθη ἄγγελος Κυρίου καὶ περὶ ἐμοῦ εἶπεν αὐτῷ, ὅπως μεταστείληταί με καὶ ἀκούσῃ ῥήματα ζωῆς ἐκ τοῦ στόματός μου· ὁ δὲ μετεπέμψατό με ἀπὸ Ἰόππης εἰς Καισάρειαν τὴν Στράτωνος. Ὁπότε δὲ ἔμελλον πρὸς αὐτὸν ἐκπορεύεσθαι, ἐβουλήθην τροφῆς μεταλαβεῖν· καὶ παρασκευαζόντων, ἤμην ἐν τῷ ὑπερῴῳ προσευχόμενος, καὶ θεωρῶ τὸν οὐρανὸν ἀνεῳγότα καὶ τέσσαρσιν ἀρχαῖς δεδεμένον σκεῦός τι ὡς ὀθόνην λαμπρὰν καὶ καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ τὰ ἑρπετὰ τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ πρὸς μὲ λέγουσα· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. Κἀγὼ εἶπον· Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. Καὶ ἐγένετο πάλιν φωνὴ ἐκ δευτέρου λέγουσα· Ἃ ὁ Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. Ὡς δὲ διηπόρουν, τί ἂν εἴη τὸ ὅραμα, εἶπέν μοι τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες ζητοῦσιν σε· ἀλλὰ ἀναστὰς πορεύθητι σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς· οὗτοι δὲ ἦσαν οἱ παρὰ τοῦ ἑκατοντάρχου. Καὶ οὕτως ἀναλογισάμενος ἔγνων τὸ ῥῆμα Κυρίου τὸ γεγραμ μένον, ὅτι Πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Καὶ πάλιν· Μνησθήσονται καὶ ἐπιστρα φήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Καὶ ὡς πανταχοῦ περὶ τῆς κλήσεως τῶν ἐθνῶν εἴρηται ἐννοήσας, ἀναστὰς ἐπορεύθην σὺν αὐτοῖς καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ ἀνδρός· καὶ ἔτι μου διαγγέλ λοντος τὸν λόγον, ἐπέπεσεν τὸ Πνεῦμα τὸ ἅγιον ἐπ᾿ αὐτὸν καὶ ἐπὶ τοὺς παρόντας σὺν αὐτῷ, καθὼς καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ· καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Καὶ ἔγνων ἐγώ, ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ Θεός, ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν· ἐξέστησαν δὲ ἐπὶ τούτῳ καὶ οἱ ἐκ περιτομῆς πιστοί. Νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν βαρὺν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς οὔτε οἱ πατέρες ἡμῶν ἰσχύσαμεν βαστάσαι; Ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου πιστεύομεν σωθῆναι, καθ᾿ ὃν τρόπον κἀκεῖνοι· ἔλυσεν γὰρ ἡμᾶς ὁ Κύριος ἐκ τῶν δεσμῶν καὶ ἠλάφρυνεν τὸ φορτίον ἡμῶν καὶ τὸν ζυγὸν τοῦ βάρους πραότητι ἔλυσεν ἀφ᾿ ἡμῶν. Ταῦτα δέ μου εἰπόντος, ἐσίγησεν ἅπαν τὸ πλῆθος, ἀπεκρίθη δὲ Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφὸς λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο, καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ· καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον καὶ πάντα τὰ ἔθνη, ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς, λέγει Κύριος ὁ ποιῶν ταῦτα. Γνωστὰ ἀπ᾿ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ· διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν, ἀλλ᾿ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν ἐθνῶν, εἰδωλο θύτου καὶ πορνείας καὶ αἵματος καὶ πνικτοῦ· ἅπερ καὶ τοῖς παλαιοῖς ἦν νενομοθετημένα τοῖς πρὸ τοῦ νόμου φυσικοῖς, Ἐνώς, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἰὼβ καὶ εἴ τις τοιοῦτος ἐγεγόνει. Τότε ἔδοξεν ἡμῖν τοῖς ἀποστόλοις καὶ τῷ ἐπισκόπῳ Ἰακώβῳ καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ Ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ ἡμῶν αὐτῶν πέμψαι σὺν τοῖς περὶ Βαρνάβαν καὶ Παῦλον τὸν τῶν ἐθνῶν ἀπόστολον τὸν Ταρσέα καὶ Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν τάδε· Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα, ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένους ἄνδρας ἐκπέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ ὧν ἐπεστείλατε· ἀπεστάλκαμεν δὲ μετ᾿ αὐτῶν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδοξεν γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν μηθὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες, ἀπέχεσθαι εἰδωλοθύτου καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. Ἔρρωσθε.

ιγ. Ὅπως χρὴ χωρίζεσθαι τῶν αἱρετικῶν.
Τὴν μὲν οὖν ἐπιστολὴν ἐξαπεστείλαμεν, αὐτοὶ δὲ ἐν ἱκαναῖς ἡμέραις ἐν Ἱεροσολύμοις ἐπεμείναμεν ἅμα συζη τοῦντες πρὸς τὸ κοινωφελὲς εἰς διόρθωσιν. Μετὰ δὲ χρόνον ἱκανὸν ἐπισκεψάμενοι τοὺς ἀδελφοὺς καὶ στηρί ξαντες αὐτοὺς τῷ λόγῳ τῆς εὐσεβείας, καὶ παρεγγυησάμενοι φεύγειν αὐτοὺς τοὺς ἐπ᾿ ὀνόματι Χριστοῦ καὶ Μωϋσέως πολεμοῦντας Χριστῷ καὶ Μωϋσεῖ, καὶ ἐν δορᾷ προβάτου τὸν λύκον κατακρύπτοντας. Οὗτοι γάρ εἰσι ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ ψευδαπόστολοι, πλάνοι καὶ φθορεῖς, ἀλωπέκων μερίδες καὶ χαμαιζήλων ἀμπέλων ἀφανισταί, δι᾿ οὓς ψυγήσεται ἡ τῶν πολλῶν ἀγάπη· ὁ δὲ ὑπομείνας εἰς τέλος ἀδιαστρόφως, οὗτος σωθήσεται· περὶ ὧν ἀσφα λιζόμενος ἡμᾶς ὁ Κύριος παρήγγειλεν λέγων· Ἐλεύσονται πρὸς ὑμᾶς ἄνθρωποι ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς, προσέχετε ἀπ᾿ αὐτῶν· ἀναστήσονται γὰρ ψευδόχρι στοι καὶ ψευδοπροφῆται καὶ πλανήσουσι πολλούς.

ιδ. Τίνες οἱ κηρύξαντες τὴν καθολικὴν διδασκαλίαν, καὶ τίνα τὰ δι᾿ αὐτῶν παραγγέλματα. Καθολικὴ διδασκαλία.
Δι᾿ οὓς καὶ ἡμεῖς νῦν ἐπὶ τὸ αὐτὸ γενόμενοι Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ματθίας ὁ ἀντὶ Ἰούδα καταψηφισθεὶς σὺν ἡμῖν, Ἰάκωβός τε ὁ τοῦ Κυρίου ἀδελφὸς καὶ Ἱεροσολύμων ἐπίσκοπος, καὶ Παῦλος ὁ τῶν ἐθνῶν διδάσκαλος, τὸ σκεῦος τῆς ἐκλογῆς· ἅμα πάντες ἐπὶ τὸ αὐτὸ γενόμενοι, ἐγράψαμεν ὑμῖν τὴν καθολικὴν ταύτην διδασκαλίαν εἰς ἐπιστηρισμὸν ὑμῶν τῶν τὴν καθόλου ἐπισκοπὴν πεπιστευμένων, ἐν ᾗ δηλοῦμεν ὑμῖν· Θεὸν παντοκράτορα ἕνα μόνον ὑπάρχειν, παρ᾿ ὃν ἄλλος οὐκ ἔστιν, καὶ αὐτὸν σέβειν μόνον καὶ προσκυνεῖν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐν τῷ παναγίῳ Πνεύματι, καὶ ταῖς ἱεραῖς γραφαῖς χρῆσθαι, Νόμῳ καὶ Προφήταις, γονεῖς τιμᾶν, ἅπασαν ἔκθεσμον πρᾶξιν φεύγειν, ἀνάστασιν πιστεύειν καὶ κρίσιν καὶ ἀνταπόδοσιν προσδοκᾶν· Καὶ τοῖς κτίσμα σιν αὐτοῦ πᾶσιν εὐχαρίστως προσέρχεσθαι ὡς Θεοῦ ἔργοις καὶ μηδὲν ἐν αὐτοῖς ἔχουσι φαῦλον, καὶ γαμεῖν νομίμως, ἄμεμπτος γὰρ ὁ τοιοῦτος γάμος, ὅτι καὶ παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί, καὶ ὁ Κύριος λέγει· Ὁ ποιήσας ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Μήτε μὴν μετὰ γάμον ἐκβάλλειν ἀκατάγνωστον ἐξέστω. Φυλάξῃ γάρ, φησίν, τῷ πνεύματί σου καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς, ὅτι αὐτὴ κοινωνὸς βίου σου καὶ λῆμμα πνεύματός σου, καὶ ἐγὼ ἐποίησα καὶ οὐκ ἄλλος. Φάσκει γὰρ ὁ Κύριος, ὅτι Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Ἡ γὰρ γυνὴ κοινωνός ἐστι βίου, ἑνουμένη εἰς ἑν σῶμα ἐκ δύο παρὰ Θεοῦ· ὁ δὲ τὸ ἑν ἀνάπαλιν διαιρῶν εἰς δύο ἐχθρὸς δημιουργίας Θεοῦ καὶ προνοίας τῆς ἐκείνου ἀντίπαλος, ὡσαύτως ὁ κατέχων τὴν παραφθαρεῖσαν καὶ παραφθείρασαν φύσεως θεσμὸν παράνομος, ἐπείπερ Ὁ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής· ἀπότεμνε γάρ, φησίν, αὐτήν, ἀπὸ τῶν σαρκῶν σου. Οὐ γάρ ἐστι βοηθός, ἀλλ᾿ ἐπίβουλος, πρὸς ἄλλον ἀποκλίνασα τὴν διάνοιαν. Μήτε δὲ περιτέμνεσθαι τὴν σάρκα, ἀρκεῖσθαι δὲ πιστοῖς τὴν τῆς καρδίας περιτομὴν ἐν πνεύματι· Περιτμήθητε γάρ, φησίν, τῷ θεῷ ὑμῶν καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.

ιε. Ὅτι οὔτε ἀναβαπτίζειν χρὴ οὔτε μὴν παραδέχεσθαι τὸ παρὰ τῶν ἀσεβῶν δοθὲν βάπτισμα· οὐ γὰρ ἔστι βάπτισμα, ἀλλὰ μόλυσμα.
Ὁμοίως καὶ βαπτίσματι ἑνὶ ἀρκεῖσθαι μόνῳ τῷ εἰς τὸν τοῦ Κυρίου θάνατον δεδομένῳ, οὐ τῷ παρὰ τῶν δυσωνύμων αἱρετικῶν, ἀλλὰ τῷ παρὰ τῶν ἀμέμπτων ἱερέων δεδομένῳ, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Μήτε δὲ τὸ παρὰ τῶν ἀσεβῶν δεκτὸν ὑμῖν ἔστω, μήτε τὸ παρὰ τῶν ὁσίων ἀκυρούσθω διὰ δευτέρου. Ὡς γὰρ εἷς ὁ Θεὸς καὶ εἷς ὁ Χριστὸς καὶ εἷς ὁ παράκλητος, εἷς δὲ καὶ ὁ τοῦ Κυρίου ἐν σώματι θάνατος, οὕτως ἑν ἔστω καὶ τὸ εἰς αὐτὸν διδόμενον βάπτισμα· οἱ δὲ παρὰ τῶν ἀσεβῶν δεχόμενοι μόλυσμα κοινωνοὶ τῆς γνώμης αὐτῶν γενήσονται. Οὐ γάρ εἰσιν ἐκεῖνοι ἱερεῖς· λέγει γὰρ πρὸς αὐτοὺς ὁ Θεός· Ἐπεὶ καὶ σὺ ἀπώσω γνῶσιν, ἀπώσομαί σε κἀγὼ τοῦ ἱερατεύειν μοι. Οὔτε μὴν οἱ βαπτισθέντες ὑπ᾿ αὐτῶν μεμύηνται, ἀλλὰ μεμολυσμένοι ὑπάρχουσιν, οὐκ ἄφεσιν ἁμαρτιῶν λαμβάνοντες, ἀλλὰ δεσμὸν ἀσεβείας. Οὐ μὴν δὲ ἀλλὰ καὶ οἱ τοὺς μεμυημένους ἐκ δευτέρου βαπτίζειν πειρώμενοι ἀνασταυροῦσιν τὸν Κύριον, ἀναιροῦσιν αὐτὸν ἐκ δευτέρου, γελῶσιν τὰ θεῖα, μυκτηρίζουσι τὰ ἅγια, ὑβρί ζουσι τὸ Πνεῦμα, τὸ αἷμα τὸ ἅγιον ὡς κοινὸν ἀτιμάζουσιν· ἀσεβοῦσιν εἰς τὸν ἀποστείλαντα, εἰς τὸν παθόντα, εἰς τὸν μαρτυρήσαντα. Ἀλλὰ καὶ ὁ ἐκ καταφρονήσεως μὴ βουλόμενος βαπτι σθῆναι ὡς ἄπιστος κατακριθήσεται, καὶ ὀνειδισθήσεται ὡς ἀχάριστος καὶ ἀγνώμων· λέγει γὰρ ὁ Κύριος· Ἐὰν μή τις βαπτισθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πάλιν· Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσε ται. Ὁ δὲ λέγων, ὅτι ὅταν τελευτῶ βαπτίζομαι, ἵνα μὴ ἁμαρτήσω καὶ ῥυπανῶ τὸ βάπτισμα, οὗτος ἄγνοιαν Θεοῦ ἔχει καὶ τῆς ἑαυτοῦ φύσεως ἐπιλήσμων τυγχάνει· Μὴ ἀναβάλλου γάρ, φησίν, ἐπιστρέψαι πρὸς Κύριον· οὐ γὰρ οἶδας, τί τέξεται ἡ ἐπιοῦσα. Βαπτίζετε δὲ ὑμῶν καὶ τὰ νήπια, καὶ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Θεοῦ· Ἄφετε γάρ, φησί, τὰ παιδία ἔρχεσθαι πρὸς μὲ καὶ μὴ κωλύετε αὐτά.

ιστ. Περὶ τῶν ἀποκρύφων βιβλίων, ὅτι ψευδεπίγραφα.
Ταῦτα πάντα ἐπεστείλαμεν ὑμῖν, ἵνα εἰδέναι ἔχοιτε τὴν ἡμετέραν γνώμην, οἵα τίς ἐστιν. Καὶ τὰ ἐπ᾿ ὀνόματι ἡμῶν παρὰ τῶν ἀσεβῶν καττυθέντα βιβλία μὴ παραδέχεσθε· οὐ γὰρ τοῖς ὀνόμασιν χρὴ ὑμᾶς προσέχειν τῶν ἀποστόλων, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων καὶ τῇ γνώμῃ τῇ ἀδιαστρόφῳ. Οἴδαμεν γάρ, ὅτι οἱ περὶ Σίμωνα καὶ Κλεόβιον ἰώδη συντάξαντες βιβλία ἐπ᾿ ὀνόματι Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ περιφέρουσιν εἰς ἀπάτην ὑμῶν τῶν πεφιληκότων Χριστὸν καὶ ἡμᾶς τοὺς αὐτοῦ δούλους. Καὶ ἐν τοῖς παλαιοῖς δέ τινες συνέγραψαν βιβλία ἀπόκρυφα Μωϋσέως καὶ Ἐνὼχ καὶ Ἀδάμ, Ἡσαΐου τε καὶ Δαυὶδ καὶ Ἠλίου καὶ τῶν τριῶν πατριαρχῶν, φθοροποιὰ καὶ τῆς ἀληθείας ἐχθρά· τοιαῦτα καὶ νῦν ἐκύησαν οἱ δυσώνυμοι, διαβάλλοντες δημιουργίαν, γάμον, πρόνοιαν, τεκνογονίαν, νόμον, προφή τας· βάρβαρά τινα ὀνόματα ἐγγράφοντες καὶ ὡς αὐτοί φασιν ἀγγέλων, τὸ δ᾿ ἀληθὲς εἰπεῖν δαιμόνων τῶν αὐτοῖς ὑπη χούντων. Ὧν ἀποφεύγετε τὴν διδασκαλίαν, ἵνα μὴ μετάσχητε τῆς τιμωρίας τῶν αὐτὰ συγγραψαμένων ἐπ᾿ ἀπάτῃ καὶ ἀπωλείᾳ τῶν πιστῶν καὶ ἀμέμπτων τοῦ Κυρίου Ἰησοῦ μαθητῶν.

ιζ. Περὶ κληρικῶν γαμικὰ παραγγέλματα.
Ἐπίσκοπον καὶ πρεσβύτερον καὶ διάκονον εἴπομεν μονογάμους καθίστασθαι, κἂν ζῶσιν αὐτῶν αἱ γαμεταί, κἂν τεθνήκασιν, μὴ ἐξεῖναι δὲ αὐτοῖς μετὰ χειροτονίαν ἢ ἀγάμοις οὖσιν ἔτι ἐπὶ γάμον ἔρχεσθαι, ἢ γεγαμηκόσιν ἑτέραις συμπλέκεσθαι, ἀλλ᾿ ἀρκεῖσθαι ᾗ ἔχοντες ἦλθον ἐπὶ τὴν χειροτονίαν. Ὑπηρέτας δὲ καὶ ψαλτῳδοὺς καὶ ἀναγνώστας καὶ πυλωροὺς καὶ αὐτοὺς μὲν μονογάμους εἶναι κελεύομεν· εἰ δὲ πρὸ γάμου εἰς κλῆρον παρέλθωσιν, ἐπιτρέ πομεν αὐτοῖς γαμεῖν, εἴγε πρὸς τοῦτο πρόθεσιν ἔχουσιν, ἵνα μὴ ἁμαρτήσαντες κολάσεως τύχωσιν. Οὐδενὶ δὲ τῶν ἐν τῷ κλήρῳ κελεύομεν ἢ ἑταίραν ἢ οἰκέτιν ἢ χήραν καὶ ἐκβεβλημένην λαμβάνειν, ὡς καὶ ὁ Νόμος λέγει. Διακό νισσα δὲ γινέσθω παρθένος ἁγνή· εἰ δὲ μήγε, κἂν χήρα μονόγαμος, πιστὴ καὶ τιμία.

ιη. Παραίνεσις κελεύουσα φεύγειν τὴν τῶν ἀσεβῶν αἱρετικῶν κοινω νίαν.
Τοὺς μετανοοῦντας προσδέχεσθε, τοῦτο γὰρ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ· τοὺς κατηχουμένους στοιχειώσαντες βαπτίσατε, τοὺς ἀθέους αἱρεσιώτας ἀμετανοήτως ἔχοντας διαστείλαντες ἀφορίσατε ἀπὸ τῶν πιστῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐκκηρύκτους ποιήσατε, καὶ παραγγείλατε τοῖς πιστοῖς παντοίως αὐτῶν ἀπέχεσθαι καὶ μήτε λόγῳ μήτε προσευχαῖς κοινωνεῖν αὐτοῖς. Οὗτοι γάρ εἰσιν ἀντίδικοι καὶ ἐπίβουλοι τῆς Ἐκκλησίας, οἱ διαφθείροντες τὸ ποίμνιον καὶ μολύνοντες τὴν κληρονομίαν, οἱ δοξόσοφοι καὶ παμπόνη ροι, περὶ ὧν ἔλεγεν Σολομὼν ὁ σοφός, ὅτι δυσσεβοῦντες ὑποκρίνονται εὐσεβεῖν. Ἔστι γάρ, φησίν, ὁδός, ἣ δοκεῖ τισιν εὐθὴς εἶναι, τὰ δὲ τελευταῖα αὐτῆς βλέπει εἰς πυθμένα ᾅδου. Οὗτοί εἰσιν, περὶ ὧν ὁ Κύριος πικρῶς καὶ ἀποτόμως ἀπεφήνατο λέγων, ὅτι εἰσὶν ψευδόχριστοι καὶ ψευδοδιδάσκαλοι, οἱ βλασφημήσαντες τὸ Πνεῦμα τῆς χάριτος καὶ ἀποπτύσαντες τὴν παρ᾿ αὐτοῦ δωρεὰν μετὰ τὴν χάριν, οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι, οἱ καὶ Ἰουδαίων δυσσεβέστεροι καὶ Ἑλλήνων ἀθεώτεροι· οἱ Θεὸν τὸν ἐπὶ πάντων βλασφημοῦντες καὶ τὸν Υἱὸν αὐτοῦ καταπατοῦντες καὶ τὴν διδασκαλίαν τοῦ Πνεύματος διαπτύοντες, οἱ τοὺς θείους λόγους ἀρνούμενοι ἢ μεθ᾿ ὑποκρίσεως προσποιούμενοι δέχεσθαι, ἐφ᾿ ὕβρει Θεοῦ καὶ ἀπάτῃ τῶν προσιόντων αὐτοῖς, οἱ τὰς ἱερὰς γραφὰς ἐνυβρίζοντες καὶ τὴν δικαιοσύνην ὅ, τι ποτέ ἐστιν ἀγνοοῦντες, οἱ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ διαφθείροντες ὡς ἀλώπεκες μικροὶ ἀμπελῶνα καὶ μερίδες ἀλωπέκων γινόμενοι. Οὓς φεύγειν ὑμᾶς παρακαλοῦμεν, ἵνα μὴ λάβητε βρόχους ταῖς ἑαυτῶν ψυχαῖς· Ὁ συμπορευόμενος γάρ, φησίν, σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσιν γνωσθήσεται. Οὔτε γὰρ κλέπτῃ δεῖ συντρέχειν, οὐδὲ μετὰ μοιχοῦ μερίδα τίθεσθαι, ἐπείπερ καὶ ὁ ὅσιος Δαυίδ φησιν· Κύριε, τοὺς μισοῦντάς σε ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην, τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. Καὶ τῷ Ἰωσαφὰτ ὁ Θεὸς ὀνειδίζει διὰ τὴν πρὸς Ἀχαὰβ φιλίαν καὶ συμμαχίαν καὶ τὴν πρὸς Ὀχοζίαν, λέγων διὰ Ἰοὺ τοῦ προφήτου· Εἰ ἁμαρτωλῷ σὺ φιλιάζεις ἢ μισουμένῳ ὑπὸ Κυρίου σὺ βοηθεῖς; διὰ τοῦτο ἐξαίφνης ὀργὴ Κυρίου ἐγένετο ἐπὶ σέ, εἰ μὴ ὅτι ἡ καρδία σου εὑρέθη τελεία πρὸς Κύριον, διὰ τοῦτο ἐφείσατό σου Κύριος· πλὴν ὅτι διεκόπη τὰ ἔργα σου καὶ συνετρίβησαν αἱ νῆές σου. Φεύγετε οὖν τῆς κοινωνίας αὐτῶν, καὶ τῆς πρὸς αὐτοὺς εἰρήνης ἀλλότριοι τυγχάνετε· περὶ αὐτῶν γὰρ ὁ προφήτης ἀπεφήνατο, λέγων, ὅτι Οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει Κύριος. Οὗτοι γάρ εἰσιν οἱ κρύφιοι λύκοι, οἱ ἐνεοὶ κύνες οἱ οὐ δυνάμενοι ὑλακτεῖν, οἳ νῦν μὲν εἰσὶν ὀλίγοι, προκόψαντος δὲ τοῦ χρόνου καὶ τῆς συντε λείας ἐγγιζούσης πλείονες καὶ χαλεπώτεροι ἔσονται, περὶ ὧν ὁ Κύριος ἔλεγεν, ὅτι Ἆρα ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; Καί· Διὰ τὸ πλη θυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, καὶ ἐλεύσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα ἐν τῷ οὐρανῷ, ὥστε εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς ἀπατῆσαι. Ὧν τῆς πλάνης ῥύσεται ἡμᾶς Κύριος ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν. Καὶ γὰρ καὶ ἡμεῖς, διερχόμενοι τὰ ἔθνη καὶ ἐπιστη ρίζοντες τὰς Ἐκκλησίας, τοὺς μὲν ἐν πολλῇ νουθεσίᾳ καὶ λόγῳ ἰατικῷ ὑγιάσαντες ἐπανηγάγομεν μέλλοντας ὅσον οὐδέπω θνήσκειν ἀπάτῃ, τοὺς δὲ ἀνιάτως ἔχοντας ἐξεβά λομεν τῆς ποίμνης, ἵνα μὴ ψωραλέας νόσου μεταδῶσιν καὶ τοῖς ὑγιαίνουσιν ἀρνίοις, ἀλλὰ καθαρὰ καὶ ἄχραντα, ὑγιῆ καὶ ἄσπιλα διαμείνῃ Κυρίῳ τῷ Θεῷ. Καὶ ταῦτα κατὰ πόλιν πανταχοῦ εἰς ὅλην τὴν οἰκουμένην τοῦ κόσμου πεποιή καμεν, καταλιπόντες ὑμῖν τοῖς ἐπισκόποις καὶ τοῖς λοιποῖς ἱερεῦσιν τήνδε τὴν καθολικὴν διδασκαλίαν ἀξίως καὶ δικαίως εἰς μνημόσυνον ἐπιστηρισμοῦ τοῖς πεπιστευκόσι Θεῷ, διαπεμψάμενοι διὰ τοῦ συλλειτουργοῦ ἡμῶν Κλήμεντος τοῦ πιστοτάτου καὶ ὁμοψύχου τέκνου ἡμῶν ἐν Κυρίῳ, ἅμα καὶ Βαρνάβᾳ καὶ Τιμοθέῳ τῷ ποθεινοτάτῳ υἱῷ καὶ Μάρκῳ τῷ γνησίῳ, σὺν οἷς καὶ Τίτον ὑμῖν γνωρίζομεν καὶ Λουκᾶν, Ἰάσωνά τε καὶ Λούκιον καὶ Σωσίπατρον.

ιθ. Πρὸς τοὺς φαυλίζοντας τὸν νόμον.
Δι᾿ ὧν καὶ παρακαλοῦμεν ὑμᾶς ἐν Κυρίῳ, ἀπέ χεσθαι παλαιᾶς συνηθείας καὶ δεσμῶν ματαίων, ἀφορισμῶν, παρατηρήσεων, βρωμάτων διορισμοῦ, βαπτισμάτων καθη μερινῶν· Τὰ ἀρχαῖα γὰρ παρῆλθεν, ἰδοὺ γέγονεν καινὰ τὰ πάντα. Γνόντες γὰρ Θεὸν διὰ Ἰησοῦ Χριστοῦ καὶ τὴν σύμπασαν αὐτοῦ οἰκονομίαν ἀρχῆθεν γεγενημένην, ὅτι δέδωκεν νόμον ἁπλοῦν εἰς βοήθειαν τοῦ φυσικοῦ, καθαρόν, σωτήριον, ἅγιον, ἐν ᾧ καὶ τὸ ἴδιον ὄνομα ἐγκατέ θετο, τέλειον, ἀνελλειπῆ, δέκα λογίων πλήρη, ἄμωμον, ἐπιστρέφοντα ψυχάς, οὗπερ καὶ ἐπιλαθομένους Ἑβραίους ὑπομιμνήσκει διὰ Μαλαχίου τοῦ προφήτου λέγων· Μνή σθητε νόμου Μωϋσῆ, ἀνθρώπου τοῦ Θεοῦ, ὃς ἐνετείλατο ὑμῖν προστάγματα καὶ δικαιώματα. Ὃς τοσοῦτόν ἐστιν ἅγιος καὶ δίκαιος, ὡς καὶ τὸν Σωτῆρά ποτε, θερα πεύσαντα λεπρὸν ἕνα καὶ πάλιν ἐννέα, εἰπεῖν τῷ πρώτῳ· Πορευθεὶς δεῖξον σεαυτὸν τῷ ἀρχιερεῖ, καὶ προσένεγκε τὸ δῶρον, ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. Τοῖς δὲ ἐννέα πάλιν· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. Οὐ γάρ που κατέλυσεν τὸν νόμον, ὡς Σίμων δοξάζει, ἀλλ᾿ ἐπλήρωσεν· λέγει γάρ· Ἰῶτα ἑν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· οὐ γὰρ ἦλθον, φησίν, καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. Καὶ γὰρ καὶ Μωϋσῆς, νομοθέτης ὁμοῦ καὶ ἀρχιερεὺς καὶ προφήτης καὶ βασιλεύς, καὶ Ἠλίας ὁ ζηλωτὴς τῶν προφητῶν συνῆσαν ἐν τῇ μεταμορφώσει τοῦ Κυρίου ἐν τῷ ὄρει μάρτυρες αὐτοῦ τῆς ἐνανθρωπήσεως καὶ τῶν παθημάτων, ὡς φίλοι Χριστοῦ καὶ οἰκεῖοι, ἀλλ᾿ οὐχ ὡς ἐχθροὶ ἢ ἀλλότριοι· ἐξ ὧν δείκνυται, ὅτι καὶ ὁ νόμος καλὸς καὶ ἅγιος καὶ οἱ προφῆται.

κ. Τίς ὁ φυσικὸς νόμος καὶ τίς ὁ ἐπείσακτος, καὶ δι᾿ ἣν αἰτίαν ἐπεισήχθη.
Νόμος δέ ἐστιν ἡ δεκάλογος, ἣν πρὸ τοῦ τὸν λαὸν μοσχοποιῆσαι τὸν παρ᾿ Αἰγυπτίοις Ἄπιν Θεὸς αὐτοῖς ἐνομοθέτησεν ἀκουστῇ φωνῇ· οὗτος δὲ δίκαιός ἐστιν, διὸ καὶ νόμος λέγεται, διὰ τὸ φύσει δικαίως τὰς κρίσεις ποιεῖσθαι· ὃν οἱ περὶ Σίμωνα φαυλίζουσιν, οἰόμενοι, μὴ κριθέντες ὑπ᾿ αὐτοῦ τὴν κόλασιν ἐκφεύγειν. Οὗτος ὁ νόμος ἀγαθός, ὅσιος, ἀκατανάγκαστος. Φησὶν γάρ· Ἐὰν δὲ ποιήσῃς μοι θυσιαστήριον, ἐκ γῆς ποιήσεις μοι αὐτό. Οὐκ εἶπεν· Ποίησον, ἀλλ᾿· Ἐὰν ποιήσῃς· οὐκ ἀνάγκην περιέθη κεν, ἀλλὰ τῇ ἐξουσίᾳ ἐπέτρεψεν ἅτε ἐλευθέρᾳ. Οὐ γὰρ θυσιῶν δέεται ὁ Θεός, ἀνενδεὴς ὑπάρχων τῇ φύσει· ἀλλὰ γινώσκων, καθάπερ καὶ ἤδη πρότερον τὸν φιλόθεον Ἄβελ καὶ Νῶε καὶ Ἀβραὰμ καὶ τοὺς καθεξῆς οὐκ αἰτηθέντας, φυσικῷ δὲ νόμῳ κινηθέντας ἀφ᾿ ἑαυτῶν προσενέγκαι θυσίαν Θεῷ ἀπὸ γνώμης εὐχαρίστου, ἐπιτρέπει καὶ νῦν Ἑβραίοις, οὐ προστάσσων, ἀλλ᾿, εἰ βουληθῶσιν, συγχωρῶν καί, εἰ ἀπὸ ὀρθῆς προσοίσουσι γνώμης, εὐδοκῶν ἐπὶ ταῖς θυσίαις αὐτῶν. Διὰ τοῦτό φησιν· Εἰ θύειν ἐπιθυμεῖς, οὐ δεομένῳ μοι θῦε. Οὐδενὸς γὰρ ἐν χρείᾳ καθέστηκα· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Ὁπότε δὲ οἱ τοῦ λαοῦ τούτων ἀμνήμονες ὑπῆρξαν, καὶ μόσχον ἀντὶ Θεοῦ θεὸν ἐπεκαλέσαντο καὶ τούτῳ τὴν αἰτίαν τῆς ἐξ Αἰγύπτου πορείας ἐπέγραψαν λέγοντες· Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου. Καὶ δυσσεβήσαντες εἰς ὁμοίωμα μόσχου ἐσθίοντος χόρτον ἀπηρνήσαντο Θεὸν τὸν διὰ Μωϋσέως ἐπισκεψάμενον αὐτοὺς ἐν τῇ θλίψει αὐτῶν, τὸν τὰ σημεῖα ἐπὶ χειρὸς καὶ ῥάβδου ποιησάμενον, τὸν τοὺς Αἰγυπτίους δεκαπλήγῳ πατάξαντα, τὸν τὴν ἐρυθρὰν διελόντα θάλασσαν εἰς διαιρέσεις ὑδάτων, τὸν διαγαγόντα αὐτοὺς ἐν μέσῳ ὕδατος ὡς ἵππον ἐν πεδίῳ, τὸν τοὺς ἐχθροὺς αὐτῶν καὶ ἐπιβούλους βυθίσαντα, τὸν εἰς Μερρὰν τὴν πικρὰν πηγὴν γλυκάναντα, τὸν ἐκ πέτρας ἀκροτόμου καταγαγόντα ὕδωρ εἰς πλησμονὴν αὐτοῖς, τὸν στύλῳ νεφέλης καὶ στύλῳ πυρὸς σκιάζοντα αὐτοῖς διὰ θάλπος ἄμετρον καὶ φωτίζοντα καὶ ὁδηγοῦντα τοὺς οὐκ εἰδότας ὅπου πορευθῶσιν, τὸν ἐξ οὐρανοῦ μαννοδοτήσαντα αὐτοῖς καὶ ἐκ θαλάσσης κρεωδο τήσαντα ὀρτυγομήτραν, τὸν ἐν τῷ ὄρει νομοθετήσαντα αὐτοῖς, οὗ τῆς φωνῆς ἠξιώθησαν ἐπακοῦσαι· τοῦτον ἀπηρνήσαντο εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν. Καὶ ἐμοσχοποίησαν χωνευτὸν καὶ ἔθυσαν τῷ εἰδώλῳ· διὸ ὀργισθεὶς ὁ Θεός, ἅτε ἀχαριστη θεὶς ὑπ᾿ αὐτῶν, ἔδησεν αὐτοὺς δεσμοῖς ἀλύτοις, στιβώσει φορτισμοῦ καὶ βαρύτητι κλοιοῦ. Καὶ οὐκέτι εἶπεν· Ἐὰν δὲ ποιῇς, ἀλλά· Ποίησον θυσιαστήριον καὶ θῦε διηνεκῶς, ἐπιλήσμων γὰρ τυγχάνεις καὶ ἀχάριστος· ὁλοκαύτει οὖν συνεχῶς, ἵν᾿ ὑπομιμνήσκῃ μου. Ἐπειδὴ γὰρ τῇ ἐξουσίᾳ κακῶς ἀπεχρήσω, ἀνάγκην ἐπιτίθημί σοι λοιπόν, καὶ βρωμάτων ἀφιστῶ τοιῶνδε καὶ ζῴων σοι διαφορὰς καθαρῶν καὶ ἀκαθάρτων διαστέλλομαι, καίτοι παντὸς ζῴου καλοῦ τυγχάνοντος ἅτε ὑπ᾿ ἐμοῦ γενο μένου. Καὶ ἀφορισμοὺς τοιούσδε σοι προστάσσω, καθα ρισμούς, συνεχῆ βαπτίσματα, ῥαντισμούς, ἁγνείας τοιάσδε, ἀργίας διαφόρους. Καὶ τούτων ἐφ᾿ ἑκάστῳ, ἐὰν παρα κούσῃς, τιμωρίαν ὁρίζω ὡς οἰκέτῃ ἀπειθεῖ, ὅπως πιεζόμενος καὶ ὑπὸ τοῦ κλοιοῦ ἀγχόμενος τῆς πολυθέου πλάνης ἐκστῇς, καὶ παρεὶς τὸ Οὗτοι οἱ θεοί σου, Ἰσραήλ ὑπομνησθῇς τὸ Ἄκουε, Ἰσραήλ, Κύριος, ὁ Θεός σου Κύριος εἷς ἐστιν, καὶ ἀναδράμῃς ἐπ᾿ ἐκεῖνον τὸν νόμον τὸν ὑπ᾿ ἐμοῦ τῇ φύσει καταβληθέντα πᾶσιν ἀνθρώποις· ἕνα μόνον ὑπάρχειν Θεὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, καὶ τοῦτον ἀγαπᾶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ πλὴν αὐτοῦ μὴ φοβεῖσθαι ἄλλον, μήτε ὄνομα θεῶν ἑτέρων ἐπὶ διανοίας λαμβάνειν μήτε προφέρειν γλώσσῃ διὰ στόματος. Διὰ γὰρ τὴν σκληροκαρδίαν αὐτῶν ἐπέδησεν αὐτούς, ἵνα διὰ τοῦ θύειν καὶ ἀργεῖν καὶ ἁγνίζεσθαι καὶ τὰ τοιάδε παρατηρεῖσθαι εἰς ἔννοιαν ἔλθωσιν τοῦ Θεοῦ τοῦ ταῦτα διαταξαμένου αὐτοῖς.

κα. Ὅτι ὑπὸ χάριν ἐσμέν, ἀλλ᾿ οὐχ ὑπὸ δουλείαν τοῦ ἐπεισάκτου νόμου, οἱ εἰς Χριστὸν πιστεύοντες.
Ὑμῶν δὲ τῶν πιστευσάντων εἰς τὸν ἕνα Θεόν, οὐκ ἀπὸ ἀνάγκης, ἀλλ᾿ ἀπὸ γνώμης ὑγιοῦς ὑπακουσάντων τῷ καλέσαντι· Μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν· ἀνείθητε γὰρ τῶν δεσμῶν καὶ ἠλευθερώθητε δουλείας. Οὐκέτι γὰρ φησίν, λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους, ὅτι πάντα, ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν· ἐκείνοις γὰρ μὴ θελήσασιν ἰδεῖν μήτε ἀκοῦσαι, οὐ στερήσει μορίων, ἀλλὰ κακίας ὑπερβολῇ, ἔδωκα προστάγματα οὐ καλὰ καὶ δικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς, οὐ καλὰ δὲ τῷ σκοπῷ αὐτῶν, ἐπειδὴ καὶ οἱ καυτῆρες καὶ τὸ ξίφος καὶ τὰ φάρμακα ἐχθρὰ τοῖς οὐχ ὑγιαίνουσιν, ἀφύλακτα δὲ διὰ τὴν αὐτῶν παρακοήν, ὅθεν καὶ θάνατον αὐτοῖς ἐπάγει μὴ φυλασσόμενα.

κβ. Ὅτι ἐπείσακτος ὁ περὶ θυσιῶν νόμος, ὃν περιεῖλε Χριστὸς παρα γενόμενος.
Ὑμεῖς οὖν μακάριοι, οἱ λυθέντες τῆς κατάρας. Χριστὸς γὰρ παραγενόμενος ὁ τοῦ Θεοῦ Υἱὸς τὸν νόμον κυρώσας ἐπλήρωσεν, τὰ ἐπείσακτα περιεῖλεν, εἰ καὶ μὴ πάντα, ἀλλά γε τὰ βαρύτερα, τὸν μὲν βεβαιώσας, τὰ δὲ παύσας· καὶ τὸ αὐτεξούσιον τῶν ἀνθρώπων πάλιν ἀφῆκεν ἐλεύθερον, οὐ προσκαίρῳ θανάτῳ δικάζων, ἀλλ᾿ ἐν ἑτέρᾳ καταστάσει λογοθετῶν αὐτό. Διὸ λέγει· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἐρχέσθω. Καὶ πάλιν· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἤδη δὲ καὶ πρὸ τῆς παρουσίας αὐτοῦ παρῃτεῖτο τὰς τοῦ λαοῦ θυσίας πολλάκις εἰς αὐτὸν ἐξαμαρτόντος καὶ οἰομένου διὰ θυσιῶν, ἀλλ᾿ οὐ διὰ μετανοίας αὐτὸν ἐξευμενί ζεσθαι. Λέγει γὰρ οὕτως· Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστιν δεκτὰ καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. Καὶ ἑξῆς· Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα, ὅτι οὐκ ἐνετειλάμην ὑμῖν, ἡνίκα ἐξήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν. Καὶ διὰ Ἡσαΐου λέγει· Τί μοι τὸ πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος, πλήρης εἰμὶ ὁλο καυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ᾿ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε ἔτι· ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον, θυμίαμα βδέλυγμά μοί ἐστιν, τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν. Καὶ δι᾿ ἑτέρου λέγει· Ἀπόστησον ἀπ᾿ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. Καὶ τῷ Σαοὺλ ὁ Σαμουὴλ λέγει θῦσαι νενο μικότι· Ἀγαθὴ ἀκοὴ ὑπὲρ θυσίαν, καὶ ἀκρόαμα ὑπὲρ στέαρ κριῶν· ἰδοὺ γὰρ οὐ θέλει Κύριος θυσίαν ὡς τὸ εἰσα κούειν αὐτοῦ. Καὶ διὰ τοῦ Δαυὶδ λέγει· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμά ρους· ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς· μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Καὶ ἐν πάσαις δὲ ταῖς γραφαῖς ὁμοίως τὰς θυσίας αὐτῶν ἀπαναίνεται διὰ τὸ ἐξαμαρτεῖν αὐτοὺς εἰς αὐτόν· Θυσίαι γὰρ ἀσεβῶν βδέλυγμα παρὰ Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. Καὶ πάλιν· Αἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἐσθίοντες αὐτὰς μολυνθήσονται. Εἰ οὖν καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ὑπὲρ θυσίας καρδίαν καθαρὰν ἐπεζήτει καὶ πνεῦμα συντετριμμένον, πολλῷ μᾶλλον ἐλθὼν ἔπαυσεν ταύτας, φαμὲν δὴ τὰς δι᾿ αἱμάτων. Ἔπαυσε δὲ αὐτὰς διὰ τοῦ πρότερον πληρῶσαι· καὶ γὰρ καὶ περιετμήθη καὶ ἐρραντίσθη, θυσίας τε προσήνεγκεν καὶ ὁλοκαυτώσεις καὶ τοῖς ἄλλοις ἐθισμοῖς ἐχρήσατο, καὶ ἐγένετο ὁ νομοθέτης αὐτὸς πλήρωμα τοῦ νόμου, οὐκ ἀνελὼν τὸν φυσικὸν νόμον, ἀλλὰ παύσας τὰ διὰ τῆς δευτερώσεως ἐπείσακτα, εἰ καὶ μὴ πάντα.

κγ. Πῶς πληρωτὴς τοῦ νόμου γέγονεν Χριστός, καὶ τίνα τούτου ἔπαυσεν ἢ ἐνήλλαξεν ἢ μετέθηκεν.
Τόν τε γὰρ φυσικὸν νόμον οὐκ ἀνεῖλεν, ἀλλ᾿ ἐβε βαίωσεν. Ὁ γὰρ εἰρηκὼς ἐν τῷ Νόμῳ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν, ὁ αὐτὸς ἐν τῷ Εὐαγγελίῳ λέγει· Ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὁ εἰρηκώς· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, ἐν τῷ Εὐαγγελίῳ λέγει ἀνανεούμενος· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ φόνον τότε ἀπαγο ρεύσας, νῦν καὶ εἰκαίαν ὀργήν, ὁ μοιχείαν, νῦν καὶ ἐπιθυμίαν ἔκνομον· ὁ λῃστείαν, νῦν ἐμακάρισεν μᾶλλον τὸν ἐξ οἰκείων πόνων ἐπιχορηγοῦντα τοῖς δεομένοις, ὁ μῖσος, νῦν καὶ πρὸς ἐχθροὺς ἀγάπην, ὁ ἄμυναν, νῦν ἀνεξικακίαν, οὐκ ἀδίκου τῆς δικαίας ἀμύνης οὔσης, ἀλλὰ κρείττονος τῆς ἀνεξικακίας· οὔτε δὲ τὰ φυσικὰ πάθη ἐκκόπτειν ἐνομοθέτησεν, ἀλλὰ τὴν τούτων ἀμετρίαν. Ὁ γονεῖς προστάξας τιμᾶν αὐτὸς τούτοις ὑπετάγη, ὁ σαββατίζειν δι᾿ ἀργίας νομοθετήσας διὰ τὴν τῶν νόμων μελέτην νῦν καθ᾿ ἡμέραν ἐκέλευσεν ἡμᾶς, ἀναλογιζομένους δημιουργίας καὶ προνοίας νόμον, εὐχαριστεῖν τῷ Θεῷ. Τὴν περιτομὴν ἔπαυσεν, εἰς ἑαυτὸν πληρώσας· αὐτὸς γὰρ ἦν ᾧ ἀπέκειτο ἡ προσδοκία τῶν ἐθνῶν. Ὁ εὐορκεῖν νομοθετήσας καὶ τὸ ἐπιορκεῖν ἀπαγορεύσας τὸ μηδ᾿ ὀμνῦναι παρήγγειλεν. Τὸ βάπτισμα, τὴν θυσίαν, τὴν ἱερωσύνην, τὴν τοπικὴν λατρείαν ἑτέρως μετεποίησεν, ἀντὶ μὲν καθημερινοῦ ἑν μόνον δοὺς βάπτισμα τὸ εἰς τὸν αὐτοῦ θάνατον, ἀντὶ δὲ μιᾶς φυλῆς ἀφ᾿ ἑκάστου ἔθνους προστάξας τοὺς ἀρίστους εἰς ἱερωσύνην προχειρίζεσθαι, καὶ οὐ τὰ σώματα μωμοσκοπεῖσθαι, ἀλλὰ θρησκείαν καὶ βίους· ἀντὶ θυσίας τῆς δι᾿ αἱμάτων τὴν λογικὴν καὶ ἀναί μακτον καὶ τὴν μυστικήν, ἥτις εἰς τὸν θάνατον τοῦ Κυρίου συμβόλων χάριν ἐπιτελεῖται, τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος· ἀντὶ δὲ τοπικῆς λατρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ προσέ ταξεν δοξάζεσθαι αὐτὸν καὶ ἐδικαίωσεν. Οὐ νόμον οὖν περιεῖλεν ἀφ᾿ ἡμῶν, ἀλλὰ δεσμά· περὶ γὰρ τοῦ νόμου καὶ Μωϋσῆς λέγει· Μελετήσεις τὸ ῥῆμα, ὃ ἐγώ σοι ἐντέλλομαι, καθήμενος ἐν οἴκῳ καὶ ἀνιστάμενος καὶ περιπατῶν ἐν ὁδῷ. Καὶ ὁ Δαυὶδ λέγει· Ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Πανταχοῦ γὰρ ἐννόμους ἡμᾶς εἶναι βούλεται, ἀλλ᾿ οὐχὶ παρανόμους· Μακάριοι γάρ, φησίν, οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅδῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Καὶ πάλιν· Μακάριοί ἐσμεν, Ἰσραήλ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ γνωστὰ ἡμῖν ἐστιν. Καὶ ὁ Κύριός φησιν· Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά.

κδ. Ὅτι καὶ διὰ Ῥωμαίων εὐδόκησεν ὁ Κύριος τὸν τῆς δικαιοσύνης νόμον ἐπιδείκνυσθαι.
Οὐ μόνον δὲ τὸν τῆς δικαιοσύνης νόμον δι᾿ ἡμῶν ἐπιδείκνυσθαι βούλεται, ἀλλὰ καὶ διὰ Ῥωμαίων εὐδόκησεν αὐτὸν φαίνεσθαι καὶ λάμπειν· καὶ γὰρ καὶ οὗτοι πιστεύσαντες ἐπὶ τὸν Κύριον καὶ πολυθεΐας ἀπέστησαν καὶ ἀδικίας, καὶ τοὺς ἀγαθοὺς ἀποδέχονται καὶ τοὺς φαύλους κολάζουσιν. Ἰουδαίους δὲ ὑποφόρους ἔχουσιν καὶ τοῖς ἰδίοις δικαιώμα σιν οὐκ ἐῶσιν κεχρῆσθαι, ἐπειδὴ καὶ ἑκούσιον ἐπεσπά σαντο τὴν δουλείαν εἰπόντες· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα, καί· Ἐὰν μὴ ἀποκτείνωμεν, φησίν, τὸν Χριστόν, πάντες εἰς αὐτὸν πιστεύσουσιν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. Καὶ ἄκοντες προεφήτευσαν· καὶ γὰρ καὶ ἐπίστευσαν εἰς αὐτὸν τὰ ἔθνη, καὶ αὐτοὶ ὑπὸ Ῥωμαίων τῆς ἐξουσίας περιῃρέθησαν καὶ τῆς νομικῆς λατρείας, κεκωλυμένοι δέ εἰσι καὶ ἀναιρεῖν οὓς ἂν θέλωσι καὶ θύειν ὅτε θέλωσιν. Διὸ καὶ εἰσὶν ἐπικατάρατοι, μὴ δυνάμενοι ποιεῖν τὰ διατεταγμένα· Ἐπικατάρατος γάρ, φησίν, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. Ἀδύνατον δέ ἐστιν ἐν διασπορᾷ μεταξὺ ἐθνῶν ὄντας πάντα τὰ τοῦ νόμου ἐπιτελεῖν αὐτούς· ἀπαγο ρεύει γὰρ αὐτοῖς ὁ θεῖος Μωϋσῆς.

κε. Ὡς Θεὸς Ἰουδαίους διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν αἰχμαλώτους ποιησάμενος ὑποφόρους κατέστησεν.
Ἑπόμενοι οὖν Χριστῷ τὰς εὐλογίας κληρονομή σωμεν, νόμῳ καὶ προφήταις διὰ τοῦ Εὐαγγελίου στοιχήσωμεν, φύγωμεν τοὺς πολυθέους καὶ τοὺς χριστοκτόνους καὶ προ φητοφόντας καὶ τοὺς δυσωνύμους καὶ ἀθέους αἱρεσιώτας· Πειθαρχήσωμεν Χριστῷ ὡς βασιλεῖ, ὡς ἐξουσίαν ἔχοντι μετατιθέναι διατάξεις διαφόρους, καὶ ἔχοντι ὡς νομοθέτῃ σοφίαν τοῦ διατάσσεσθαι διαφόρως, τῶν φυσικῶν πανταχοῦ ἀμεταθέτων φυλασσομένων.

κστ. Ὅτι φεύγειν χρὴ τοὺς αἱρεσιώτας ὡς ψυχῶν φθορέας καὶ τί ἑκάστη αἵρεσις δοξάζει, ὁμοίως καὶ ἐν τῷ η καὶ θ καὶ ι κεφαλαίῳ.
Ἀπέχεσθε οὖν αἱρεσιωτῶν πάντων, ὦ ἐπίσκοποι καὶ λαικοί, τῶν φαυλιζόντων τὸν Νόμον καὶ τοὺς Προφήτας. Θεῷ γὰρ παντοκράτορι ἐχθραίνοντες ἀπειθοῦσι, καὶ Χριστὸν οὐχ ὁμολογοῦσιν Υἱὸν Θεοῦ· ἀρνοῦνται γὰρ καὶ τὴν κατὰ σάρκα αὐτοῦ γέννησιν, τὸν σταυρὸν ἐπαισχύνονται, τὸ πάθος καὶ τὸν θάνατον ἀδοξοῦσι, τὴν ἀνάστασιν ἀγνοοῦσι, τὴν πρὸ αἰώνων αὐτοῦ γέννησιν περικόπτουσιν. Τινὲς δὲ ἐξ αὐτῶν ἑτέρως ἀσεβοῦσι, ψιλὸν ἄνθρωπον εἶναι φανταζόμενοι τὸν Κύριον, ἐκ ψυχῆς καὶ σώματος αὐτὸν εἶναι νομίζοντες· ἕτεροι δὲ ἐξ αὐτῶν αὐτὸν εἶναι τὸν Ἰησοῦν τὸν ἐπὶ πάντων Θεὸν ὑποπτεύουσιν, αὐτὸν ἑαυτοῦ πατέρα δοξάζοντες, αὐτὸν Υἱὸν καὶ παράκλητον ὑποπτεύοντες· ὧν τί ἂν εἴη ἐναγέστε ρον; Ἄλλοι δ᾿ αὖ πάλιν ἐξ αὐτῶν βρώματά τινα φαυλί ζουσιν, καὶ γάμον κακὸν σὺν παιδοποιΐᾳ λέγουσιν εἶναι διαβόλου τε μηχάνημα· καὶ διὰ τὴν πονηρίαν αὐτῶν, ἀσεβεῖς ὄντες, οὐ θέλουσιν ἐκ νεκρῶν ἀναστῆναι, διὸ καὶ τὴν ἀνάστα σιν διαβάλλουσιν, φάσκοντες, ὅτι σεμνοί τινες ἐσμὲν ἐσθίειν καὶ πίνειν μὴ βουλόμενοι, δαιμόνια δὲ ἄσαρκα φανταζόμενοι ἐκ νεκρῶν ἀναστήσεσθαι· οἵτινες καταδικασθήσονται δι᾿ αἰῶνος ἐν τῷ αἰωνίῳ πυρί. Φεύγετε οὖν ἀπ᾿ αὐτῶν, ἵνα μὴ συναπόλησθε ταῖς αὐτῶν ἀσεβείαις.

κζ. Περὶ παρατηρημάτων ἰουδαικῶν καὶ ἑλληνικῶν, γονορροίας, ὀνει ρώξεως, πλησιασμοῦ, ἀφέδρου, μίξεως νομίμου, τοκετοῦ, ἀπο βολῆς, μώμου σώματος, κηδίας νεκροῦ ἢ ὀστέων, μνήματος ἢ διαφορᾶς βρωμάτων.
Εἰ δέ τινες παρατηρούμενοι φυλάσσουσιν ἔθιμα ἰουδαικά, γονορροίας, ὀνειρώξεις, πλησιασμοὺς τοὺς κατὰ νόμον, λεγέτωσαν ἡμῖν, εἰ ἐν αἷς ὥραις ἢ ἡμέραις ἕν τι τούτων ὑπομείνωσιν παρατηροῦνται προσεύξασθαι ἢ εὐχα ριστίας μεταλαβεῖν ἢ βιβλίου θίγειν, καὶ ἐὰν συνθῶνται, δῆλον ὡς τοῦ ἁγίου Πνεύματος κενοὶ τυγχάνουσιν τοῦ ἀεὶ παραμένοντος τοῖς πιστοῖς· περὶ γὰρ τῶν ὁσίων λέγει ὁ Σολομών, ἵν᾿ ἕκαστος εὐτρεπίζῃ, ὅπως Ὅταν καθεύδῃ, φυλάσσῃ αὐτὸν καί, ὡς ἂν ἐγείρηται, συλλαλῇ αὐτῷ. Εἰ γὰρ νομίζεις, ὦ γύναι, ἑπτὰ ἡμέρας ἐν ἀφέδρῳ οὖσα τοῦ ἁγίου Πνεύματος κενὴ τυγχάνειν, ἄρα τελευτήσασα ἐξαίφνης κενὴ Πνεύματος καὶ ἀπαρρησίαστος τῆς πρὸς Θεὸν ἐλπίδος ἀπελεύσῃ. Ἢ τὸ μὲν Πνεῦμα ἔχεις πάντως ἀχώ ριστον ἅτε μὴ ἐν τόπῳ ὄν, δεῖ δέ σοι προσευχῆς καὶ εὐχα ριστίας καὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως, ὡς οὐδὲν ἐν τούτῳ παρανομοῦσα. Οὔτε γὰρ νόμιμος μίξις οὔτε λέχος οὔτε αἵματος φορά, οὐκ ὀνείρωξις μιᾶναι δύναται ἀνθρώπου φύσιν ἢ τὸ ἅγιον Πνεῦμα χωρίσαι, ἢ μόνη ἀσέβεια καὶ παράνομος πρᾶξις. Τὸ γὰρ ἅγιον Πνεῦμα τοῖς κεκτημέ νοις αὐτὸ ἀεὶ παράμονόν ἐστιν, ἕως ἂν ὦσιν ἄξιοι, καὶ ὧν ἂν χωρισθῇ, τούτους ἐρήμους καθίστησιν καὶ τῷ πονηρῷ πνεύματι ἐκδότους. Πᾶς δὲ ἄνθρωπος ὁ μὲν τῷ Πνεύματι πεπλήρωται τῷ ἁγίῳ, ὁ δὲ τῷ ἀκαθάρτῳ, καὶ οὐχ οἷόν τε φυγεῖν αὐτῶν ἑκάτερον, εἰ μὴ ἐναντίον τι πάθωσιν· ὅ τε γὰρ παράκλητος μισεῖ πᾶν ψεῦδος, ὅ τε διάβολος πᾶσαν ἀλήθειαν. Πᾶς δὲ βεβαπτισμένος κατὰ ἀλήθειαν τοῦ μὲν διαβολικοῦ πνεύ ματος κεχώρισται, τοῦ δὲ ἁγίου Πνεύματος ἐντὸς καθέστη κεν· καὶ ἀγαθοεργοῦντι μὲν παραμένει τὸ Πνεῦμα τὸ ἅγιον, πληροῦν αὐτὸν σοφίας καὶ συνέσεως, καὶ τὸ πονηρὸν πνεῦμα οὐκ ἐᾷ αὐτῷ πλησιάσαι, ἐπιτηροῦν αὐτοῦ τὰς ἐφόδους. Σὺ οὖν, ὦ γύναι, καθὼς λέγεις, εἰ ἐν ταῖς ἡμέραις τῆς ἀφέδρου κενὴ τυγχάνεις τοῦ ἁγίου Πνεύματος, τοῦ ἀκαθάρτου πεπλήρωσαι. Μὴ προσευχομένη γὰρ μηδὲ ἀναγινώσκουσα ἄκοντα αὐτὸν προσκαλέσῃ· φιλεῖ γὰρ οὗτος τοὺς ἀχαρίστους, εἰ καί τις ἄλλος, τοὺς ῥᾳθύμους, τοὺς ἀμελεῖς, τοὺς ὑπνώδεις, ἐπειδὴ καὶ αὐτὸς ἀχαριστίᾳ κακό νοιαν νοσήσας ἐγυμνώθη παρὰ Θεοῦ τῆς ἀξίας, ἀντὶ ἀρχαγγέ λου διάβολος αἱρησάμενος εἶναι. Διὸ καὶ τῶν ματαίων ἀπόσχου λόγων, ὦ γύναι, καὶ ἔσο μεμνημένη πάντοτε Θεοῦ τοῦ σε δημιουργήσαντος καὶ προσεύχου τούτῳ, ἐστὶν γὰρ σοῦ καὶ τῶν ὅλων Κύριος· καὶ μελέτα τοὺς αὐτοῦ νόμους, μηθὲν παρατηρουμένη, μὴ κάθαρσιν φυσικήν, μὴ μίξιν νόμιμον, μὴ τοκετὸν ἢ ἀποβολήν, μὴ μῶμον σώματος, ἐπείπερ τὰ τοιαῦτα παρατηρήματα μωρῶν ἀνθρώπων ἐφευρέματα μάτια καὶ νοῦν οὐκ ἔχοντα. Οὔτε δὲ κῆδος ἀνθρώπου οὔτε ὀστέον νεκροῦ οὔτε μνῆμα οὔτε τοιόνδε βρῶμα οὔτε ὀνειρωγμὸς μιᾶναι δύναται ἀνθρώπου ψυχήν, ἀλλὰ μόνη ἀσέβεια ἡ εἰς Θεὸν καὶ παρα νομία καὶ ἡ εἰς τὸν πλησίον ἀδικία, λέγω δὴ ἁρπαγὴ ἢ βία ἢ εἴ τι ἐναντίον τῆς αὐτοῦ δικαιοσύνης, μοιχεία ἢ πορνεία.

κη. Περὶ παιδεραστίας, μοιχείας τε καὶ πορνείας καὶ μίξεως ἀλόγων, ὅτι τὰ μὲν ἐστὶ παρὰ φύσιν ἀσεβήματα, τὰ δὲ παράνομα καὶ ἄδικα, καὶ διὰ τί τούτων ἕκαστον ἀπείρηται καὶ κολάζεται.
Ὅθεν τὰ τοιαῦτα περιιστάμενοι παρατηρήματα φεύγετε, ἀγαπητοί· ἑλληνικὰ γὰρ τυγχάνει. Οὔτε γὰρ τὸν τεθνεῶτα βδελυσσόμεθα, ὡς ἐκεῖνοι, ἐλπίζοντες αὐτὸν πάλιν ἀναβιῶναι, οὔτε τὴν νόμιμον μίξιν κακίζομεν· ἔθος γὰρ αὐτοῖς τὰ τοιαῦτα ἀσεβεῖν. Θεοῦ γὰρ γνώμῃ ἀνδρὸς καὶ γυναικὸς συνέλευσις γίνεται ἡ μετὰ δικαιοσύνης· ὁ ποιήσας γὰρ ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. Εἰ τοίνυν Θεοῦ βουλήσει παραλλαγὴ σχημάτων γέγονεν πρὸς γένεσιν πλήθους, ἄρα κατὰ τὴν αὐτοῦ γνώμην καὶ ἡ συνέλευσις τοῦ ἄρρενος πρὸς τὸ θῆλυ, οὐκέτι δὲ καὶ ἡ παρὰ φύσιν βδελυκτὴ μῖξις ἢ ἡ παράνομος πρᾶξις, ἐχθρὰ Θεοῦ ὑπάρχουσα. Καὶ γὰρ παρὰ φύσιν ἐστὶν ἡ Σοδομιτῶν ἁμαρτία καὶ ἡ πρὸς ἄλογα, παράνομον δὲ μοιχεία καὶ πορνεία, ὧν δὴ τὰ μὲν ἀσεβήματα, τὰ δὲ ἀδικία καὶ τὸ τελευταῖον ἁμαρτήματα, οὐδέτερον δὲ αὐτῶν ἀτιμώρητον κατὰ τὴν οἰκείαν διάθεσιν. Οἵ τε γὰρ πρῶτοι διάλυσιν κόσμου μηχανῶνται, τὰ κατὰ φύσιν παρὰ φύσιν ἐπιχειροῦντες ποιεῖν· οἱ δὲ δεύτεροι οἱ μὲν ἀδικοῦσιν ἀλλοτρίους γάμους φθείροντες καὶ τὸ ὑπὸ Θεοῦ γενόμενον ἑν διαιροῦσιν εἰς δύο τούς τε παῖδας ὑπόπτους καὶ τὸν φυσικὸν ἄνδρα εὐεπιβούλευτον, ἥ τε πορνεία φθορὰ τῆς οἰκείας σαρκός ἐστί, οὐκ ἐπὶ παιδοποιΐᾳ γινομένη, ἀλλ᾿ ἡδονῇ χαριζομένη τὸ πᾶν, ὅπερ ἐστὶν ἀκρασίας σύμβολον, ἀλλ᾿ οὐκ ἀρετῆς σημεῖον. Ἀπηγόρευται δὲ τοῖς νόμοις ἅπαντα ταῦτα. Φησὶν γὰρ τὰ λόγια οὕτως· Οὐ κοιμηθήσῃ μετὰ ἄρρενος κοίτην γυναικείαν, ἐπικατάρατος γὰρ ὁ τοιοῦτος καὶ λίθοις λιθο βολήσατε αὐτούς, βδέλυγμα ἐποίησαν· πάντα κοιμώμενον μετὰ κτήνους, ἀποκτείνατε αὐτόν, ἀνομίαν ἐποίησεν ἐν τῷ λαῷ· καὶ ἐάν τις γυναῖκα ὕπανδρον μιάνῃ, ἀποκτείνατε ἀμφοτέρους, ἀνομίαν ἐποίησαν, ἔνοχοί εἰσιν, ἀποθανέτω σαν. Καὶ ἑξῆς· Οὐκ ἔσται πορνεύων ἐν υἱοῖς Ἰσραήλ, καὶ οὐκ ἔσται πορνεύουσα ἀπὸ θυγατέρων Ἰσραήλ· οὐ προσοίσεις μίσθωμα πόρνης κυρίῳ τῷ Θεῷ σου ἐπὶ τὸ θυσιαστήριον οὔτε ἄλλαγμα κυνός· οὐ γὰρ ἁγναί, φησίν, εὐχαὶ ἐκ μισθώματος ἑταίρας. Ταῦτα μὲν ἀπηγόρευσαν οἱ νόμοι, τὸν δὲ γάμον ἐσέμνυναν, εὐλογημένον αὐτὸν ἀποκαλέσαντες, ἐπειδὴ καὶ εὐλόγησεν αὐτὸν ὁ Θεὸς ὁ συζεύξας τὸ θῆλυ τῷ ἄρρενι. Λέγει δέ που καὶ ὁ σοφὸς Σολομών· Παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί. Καὶ ὁ Δαυὶδ λέγει· Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου, οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου· ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Οὐκοῦν ὁ γάμος τίμιος καὶ σεμνὸς καὶ ἡ τῶν παίδων γένεσις καθαρά· οὐδὲν γὰρ κακὸν ἐν τῷ καλῷ ὑπάρχει. Οὔτε οὖν ἡ φυσικὴ κάθαρσις βδελυκτὴ Θεῷ, ὃς αὐτὴν ᾠκονόμησεν συμβαίνειν γυναιξὶν ἐν τριακονθημέρῳ συστά σεως χάριν καὶ εὐρῳστίας ἀκινητοτέραις ὑπαρχούσαις, ἅτε ἐν οἰκίᾳ καθημέναις τὸ πλεῖον. Οὐ μὴν δὲ ἀλλὰ καὶ ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος, τῆς αἱμορροούσης ἁψαμένης τοῦ σωτηρίου κρασπέδου ὑγείας χάριν, οὐκ ἠχθέσθη ἐπ᾿ αὐτῇ, οὔτε μὴν ὅλως ᾐτιάσατο, τοὐναντίον δὲ καὶ ἰάσατο αὐτὴν φήσας· Ἡ πίστις σου σέσωκέν σε. Καὶ φυσικῶν μὲν φαινομένων ταῖς γυναιξὶν οἱ ἄνδρες μὴ συνερχέσθωσαν προνοίας ἕνεκεν τῶν γεννωμένων· ἀπεῖπεν γὰρ ὁ Νόμος· Πρὸς γυναῖκα γάρ, φησίν, ἐν ἀφέδρῳ οὖσαν οὐ προ σεγγιεῖς. Μήτε μὴν ἐγκυμονούσαις ὁμιλείτωσαν αὐταῖς· οὐκ ἐπὶ παίδων γὰρ γενέσει τοῦτο ποιοῦσιν, ἀλλ᾿ ἡδονῆς χάριν, οὐ δεῖ δὲ φιλήδονον τὸν φιλόθεον ὑπάρχειν.

κθ. Ὅπως χρὴ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσι καὶ τοὺς ἄνδρας στέργειν τὰς ἑαυτῶν γαμετὰς καὶ ὅτι συνερχόμενοι ἀλλήλοις, κἂν μὴ λούσωνται, καθαροί εἰσιν, μοιχὸν δὲ ἢ πόρνον λοῦτρον οὐ καθαίρει.
Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσι καὶ διὰ τιμῆς αὐτοὺς ἔχετε καὶ φόβῳ καὶ ἀγάπῃ δουλεύετε αὐτοῖς, ὡς ἡ ἁγία Σάρρα τὸν Ἀβραὰμ ἐτίμα οὐδὲ ἐξ ὀνόματος αὐτὸν ὑπομένουσα καλεῖν, ἀλλὰ κύριον αὐτὸν προσαγο ρεύουσα ἐν τῷ λέγειν· Ὁ δὲ κύριός μου πρεσβύτης. Ὁμοίως καὶ οἱ ἄνδρες, στέργετε τὰς ἑαυτῶν γυναῖκας ὡς ἴδια μέλη, ὡς κοινωνοὺς βίου καὶ συνεργοὺς πρὸς γένεσιν παίδων. Συνευφραίνου γάρ, φησίν, μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου, ἔλαφος σῆς φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ· ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ. Ἀγαπᾶτε οὖν αὐτὰς ὡς οἰκεῖα μέλη, ὡς ὑμέτερα σώματα· γέγραπται γὰρ οὕτως· Κύριος διεμαρτύρατο ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου, καὶ αὕτη κοινωνός σου καὶ οὐκ ἄλλος ἐποίησεν, καὶ ὑπόλειμμα πνεύματός σου· καὶ φυλάξασθε τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς. Ἀνὴρ οὖν καὶ γυνή, νομίμῳ γάμῳ συνερχόμενοι καὶ ἀπ᾿ ἀλλήλων ἐγειρόμενοι, ἀπαρατηρήτως προσευχέσθωσαν· καὶ μὴ λου σάμενοι καθαροί εἰσιν. Ὃς δ᾿ ἂν ἀλλοτρίαν γυναῖκα ὑποφθεί ρας μιάνῃ ἢ συμμιανθῇ πόρνῃ, ἀναστὰς ἀπ᾿ αὐτῆς, οὐδ᾿ ἂν τὸ πέλαγος ὅλον καὶ τοὺς ποταμοὺς πάντας ἀπολούσηται, καθαρὸς εἶναι δυνήσεται.

λ. Ὅτι ἔθος Ἰουδαίοις τε καὶ Ἕλλησιν παρατηρεῖσθαι τὰς φυσικὰς καθάρσεις καὶ τῶν τεθνεώτων τὰ λείψανα βδελύσσεσθαι, Χριστια νῶν δὲ τοῦτο ἀλλότριον, οὓς δεῖ καὶ συνιέναι ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων καὶ ψάλλειν ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων.
Μὴ παρατηρεῖσθε οὖν τὰ ἔννομα καὶ φυσικά, νομίζοντες μολύνεσθαι δι᾿ αὐτῶν, μηδὲ ἐπιζητεῖτε ἰουδαικοὺς ἀφορισμοὺς ἢ συνεχῆ βαπτίσματα ἢ καθαρισμοὺς ἐπὶ θίξει νεκροῦ. Ἀπαρατηρήτως δὲ συναθροίζεσθε ἐν τοῖς κοιμη τηρίοις, τὴν ἀνάγνωσιν τῶν ἱερῶν βιβλίων ποιούμενοι καὶ ψάλλοντες ὑπὲρ τῶν κεκοιμημένων μαρτύρων καὶ πάντων τῶν ἀπ᾿ αἰῶνος ἁγίων καὶ τῶν ἀδελφῶν ὑμῶν τῶν ἐν Κυρίῳ κεκοιμημένων, καὶ τὴν ἀντίτυπον τοῦ βασιλικοῦ σώματος Χριστοῦ δεκτὴν εὐχαριστίαν προσφέρετε ἔν τε ταῖς ἐκκλη σίαις ὑμῶν καὶ ἐν τοῖς κοιμητηρίοις, καὶ ἐν ταῖς ἐξόδοις τῶν κεκοιμημένων ψάλλοντες προπέμπετε αὐτούς, ἐὰν ὦσιν πιστοὶ ἐν Κυρίῳ. Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Καὶ πάλιν· Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσιν σου, ὅτι Κύριος εὐεργέτησέν σε. Καὶ ἐν ἄλλοις· Μνήμη δικαίων μετ᾿ ἐγκωμίων, καί· Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ. Οἱ γὰρ Θεῷ πεπιστευ κότες, ἐὰν καὶ κοιμηθῶσιν, οὐκ εἰσὶν νεκροί· λέγει γὰρ ὁ Σωτὴρ τοῖς Σαδδουκαίοις· Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ γεγραμμένον, ὅτι ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστιν οὖν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. Οὔκουν τῶν παρὰ Θεῷ ζώντων οὐδὲ τὰ λείψανα ἄτιμα. Καὶ γὰρ Ἐλισσαῖος ὁ προφήτης μετὰ τὸ κοιμηθῆναι αὐτὸν νεκρὸν ἤγειρε πεφονευμένον ὑπὸ πειρατῶν Συρίας· ἔψαυσεν γὰρ τὸ σῶμα αὐτοῦ τῶν Ἐλισσαίου ὀστέων, καὶ ἀναστὰς ἔζησεν· οὐκ ἂν δὲ ἐγεγόνει τοῦτο, εἰ μὴ ἦν τὸ σῶμα Ἐλισσαίου ἅγιον. Καὶ Ἰωσὴφ ὁ σώφρων περιεπλέκετο τῷ Ἰακὼβ μετὰ τὸ ἀποθανεῖν ὄντι ἐπὶ τῆς κλίνης, καὶ Μωϋσῆς καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐπεφέροντο τὰ λείψανα τοῦ Ἰωσήφ, μολυσμὸν οὐχ ἡγούμενοι τοῦτο. Ὅθεν καὶ ὑμεῖς, ὦ ἐπίσκοποι καὶ οἱ λοιποί, ἀπαρατηρήτως ἁπτόμενοι τῶν κεκοιμημένων μὴ νομίσητε μιαίνεσθαι, μηδὲ βδελύσσεσθε τὰ τούτων λείψανα, περιιστάμενοι τὰς τοιαύτας παρατηρήσεις μωρὰς οὔσας· καὶ κοσμεῖτε ἑαυτοὺς ἐν ἁγιασμῷ καὶ σωφρο σύνῃ, ὅπως μέτοχοι τῆς ἀθανασίας καὶ κοινωνοὶ τῆς βασιλείας τοῦ Θεοῦ γένησθε καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ λάβητε, ἀναπαυόμενοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος αἰωνίως. Τῷ οὖν δυναμένῳ ἀνοῖξαι τὰ ὦτα τῶν καρδιῶν ὑμῶν εἰς τὸ καταδέχεσθαι τὰ διηκονημένα τοῦ Θεοῦ λόγια διά τε τοῦ Εὐαγγελίου καὶ διὰ τῆς διδασκαλίας Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου καὶ κοιμηθέντος καὶ ἀναστάντος ἐκ νεκρῶν καὶ πάλιν ἐρχομένου ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δόξης καὶ δυνάμεως πολλῆς καὶ τοὺς μὲν νεκροὺς ἀνεγείροντος, τῷ κόσμῳ δὲ τέλος ἐπάγοντος, ἑκάστῳ δὲ τὰ πρὸς ἀξίαν ἀπονέμοντος· τῷ δόντι ἡμῖν ἀρραβῶνα τῆς ἀναστάσεως ἑαυτὸν καὶ εἰς οὐρανοὺς ἀναληφθέντι διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ ἐπ᾿ ὄψεσιν ἡμετέραις τοῖς συμφα γοῦσιν αὐτῷ καὶ συμπιοῦσιν ἐπὶ ἡμέρας τεσσαράκοντα μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, καὶ καθεσθέντι ἐκ δεξιῶν τοῦ θρόνου τῆς μεγαλωσύνης τοῦ παντοκράτορος Θεοῦ ἐπὶ τῶν Χερουβίμ, τῷ ἀκούσαντι· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ὃν ἐθεάσατο Στέφανος ὁ μακαριώτατος ἑστῶτα ἐκ δεξιῶν τῆς Δυνάμεως, καὶ ἀναβοήσας εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ ὡς ἀρχιερέα πάντων τῶν λογικῶν ταγμάτων, δι᾿ οὗ τὸ σέβας καὶ ἡ μεγαλωσύνη καὶ ἡ δόξα τῷ παντοκράτορι Θεῷ καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΙΣΤΟΣΕΛΙΔΑ
@ ΓΟΕΕ 2006