ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Ε΄
Περὶ μαρτύρων

α. Ὅτι τοῖς διὰ Χριστὸν θλιβομένοις παρὰ τῶν ἀπίστων δίκαιον τοῖς πιστοῖς τὰ δέοντα παρέχειν κατὰ τὴν τοῦ Κυρίου διάταξιν.
Εἴ τις χριστιανὸς διὰ τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τὴν εἰς τὸν Θεὸν πίστιν καὶ ἀγάπην κατακριθῇ ὑπὸ ἀσεβῶν εἰς λοῦδον ἢ θηρία ἢ μέταλλον, μὴ παρίδητε αὐτόν, ἀλλ᾿ ἐκ τοῦ κόπου καὶ ἐκ τοῦ ἱδρῶτος ὑμῶν πέμψατε αὐτῷ εἰς διατροφὴν αὐτοῦ καὶ εἰς μισθαποδοσίαν τῶν στρατιωτῶν, ἵνα ἐλαφρυνθῇ καὶ ἐπιμελείας τύχῃ, ἵν᾿ ὅσον τὸ ἐφ᾿ ὑμῖν μὴ θλίβηται ὁ μακάριος ἀδελφὸς ὑμῶν. Ὁ γὰρ διὰ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ καταδικαζόμενος, οὗτος μάρτυς ἅγιος, ἀδελφὸς τοῦ Κυρίου, υἱὸς τοῦ Ὑψίστου, δοχεῖον τοῦ ἁγίου Πνεύματος, δι᾿ οὗ καὶ τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου ἔλαβεν ἕκαστος τῶν πιστῶν ἐν τῷ καταξιωθῆναι τοῦ ἀφθάρτου στεφάνου καὶ τῆς μαρτυρίας τῶν παθημάτων αὐτοῦ καὶ τῆς κοινωνίας τοῦ αἵματος αὐτοῦ, συμμορφωθῆναι τῷ θανάτῳ τοῦ Χριστοῦ εἰς υἱοθεσίαν. Τούτου οὖν ἕνεκεν ἅπαντες οἱ πιστοὶ διὰ τοῦ ἐπισκόπου ὑμῶν ἐκ τῶν ὑπαρχόντων ὑμῶν καὶ ἐκ τοῦ κόπου διακονή σατε τοῖς ἁγίοις· εἰ δὲ οὐκ ἔχει τις, νηστεύσας τὸ τῆς ἡμέρας καὶ μερίσας τοῦτο ἐκταξάτω τοῖς ὁσίοις· εἰ δέ τις ἐν περιουσίᾳ ὑπάρχει, καὶ πλεῖόν τι κατὰ ἀναλογίαν τῆς δυνάμεως αὐτοῦ διακονείτω αὐτοῖς. Εἰ δὲ καὶ οἷός τέ ἐστιν ἅπαντα τὸν βίον ἑαυτοῦ ἀποδόμενος ῥύσασθαι αὐτοὺς ἐκ τοῦ δεσμωτηρίου, μακάριος ἔσται καὶ φίλος τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ τὰ ὑπάρχοντα πτωχοῖς δοὺς τέλειος μετὰ τὴν περὶ τῶν θείων γνῶσιν, πολλῷ μᾶλλον ὁ ὑπὲρ μαρτύρων· ὁ γὰρ τοιοῦτος, ἄξιος Θεοῦ ὑπάρξας, πληρώσει τὸ θέλημα αὐτοῦ, χορηγήσας ἐκείνοις, οἵτινες αὐτὸν ὡμολόγησαν ἐνώ πιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ, περὶ ὧν ὁ Κύριος ἀπεφήνατο λέγων· Ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Καὶ εἰ τοιοῦτοί εἰσιν, ὡς καὶ ὑπὸ Χριστοῦ ἐπὶ τοῦ Πατρὸς αὐτοὺς μαρτυρεῖσθαι, ὑμεῖς οὐκ ὀφείλετε ἐπαισχυνθῆναι ἀπιέναι πρὸς αὐτοὺς ἐν ταῖς φυλακαῖς· τοῦτο γὰρ ποιησάντων ὑμῶν, μαρτύριον ὑμῖν λογισθήσεται, ὅτι ἐκείνοις μὲν πείρᾳ τὸ μαρτύριον ὑπῆρξεν, ὑμῖν δὲ τέως προθυμίᾳ, ὡς κοινωνοῖς τῆς ἀθλήσεως αὐτῶν. Λέγει γάρ που ὁ Κύριος πρὸς τοὺς τοιούτους φάσκων· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἀσθενὴς ἤμην καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρὸς μέ. Τότε ἀποκριθήσονται οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν; Ἢ διψῶντα καὶ ἐποτίσαμεν; Ἢ γυμνὸν καὶ περιεβάλομεν; Ἢ ἀσθενῆ καὶ ἐπεσκεψάμεθα; Ἢ ξένον καὶ συνηγάγομεν; Ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρὸς σέ; Καὶ ἀποκριθεὶς ἐρεῖ αὐτοῖς· Ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς ζωὴν αἰώνιον.

β. Ὅτι φευκτέον τῆς πρὸς τοὺς ψευδαδέλφους συνουσίας, ὅταν ἐπι μένωσι τῇ φαυλότητι.
Εἰ δέ τις, ἀδελφὸν λέγων ἑαυτὸν εἶναι, ἀπατηθεὶς ὑπὸ τοῦ πονηροῦ κακοποιήσῃ καὶ ἐλεγχθεὶς κατακριθῇ θανάτῳ ὡς μοιχὸς ἢ ὡς φονεύς, χωρίζεσθε ἀπ᾿ αὐτοῦ, ἵνα ἦτε ἄσυλοι, καὶ μή τις ὑμῶν ὡς κοινωνὸς τοῦ μύσους ὑποπτευθῇ καὶ καταχέηται βλασφημίαν, ὡς πάντων χριστια νῶν χαιρόντων ἐπὶ τοῖς παρανόμοις ἔργοις· διὸ μακρὰν ἀπ᾿ αὐτῶν χωρεῖτε. Τοῖς μέντοι διὰ Χριστὸν κατ᾿ ἐπή ρειαν παρὰ τῶν ἀσεβῶν συγκλειομένοις εἰς φυλακὴν ἢ πρὸς θάνατον ἐκδιδομένοις ἢ πρὸς δεσμὰ καὶ ἐξορίαν πάσῃ σπουδῇ βοηθεῖτε, τὰ μέλη ὑμῶν ῥυόμενοι ἐκ χειρὸς ἀθέσμων. Καὶ ἐάν τις αὐτοῖς συγκείμενος κρατηθῇ καὶ αἰκίαις ὑποπέσῃ, μακάριός ἐστιν, ὅτι κοινωνὸς μαρτύρων ἐγένετο καὶ μιμητὴς τῶν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ παθημάτων. Καὶ γὰρ καὶ ἡμεῖς πολλάκις ὑπὲρ Χριστοῦ ὑπὸ Καιάφα καὶ Ἀλεξάνδρου καὶ Ἄννα πληγὰς λαβόντες, χαίροντες ἐξῄειμεν, ὅτι κατηξιώθημεν ὑπὲρ τοῦ ὀνόματος τοῦ σωτῆρος ἡμῶν τοιαῦτα παθεῖν· καὶ ὑμεῖς χαίρετε τοιαῦτα πάσχοντες, ὅτι μακάριοι γενήσεσθε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

γ. Ὅτι τοῖς διὰ Χριστὸν πορθουμένοις χρὴ χεῖρα ὀρέγειν, κἂν κίνδυνος παρῇ.
Καὶ τοὺς διωκομένους δὲ διὰ τὴν πίστιν καὶ πόλιν ἐκ πόλεως φεύγοντας διὰ τὴν ἐντολὴν τοῦ Κυρίου προσλαμ βάνεσθε, ἀντιλαμβανόμενοι αὐτῶν καὶ προσδεχόμενοι αὐτοὺς ὡς μάρτυρας, χαίροντες, ὅτι κοινωνοὶ τοῦ διωγμοῦ αὐτῶν γεγένησθε, γινώσκοντες αὐτοὺς ὑπὸ τοῦ Κυρίου μεμακα ρίσθαι. Φησὶν γὰρ αὐτός· Μακάριοί ἐστε, ὅταν ὀνει δίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. Καὶ πάλιν· Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Καὶ ἑξῆς· Ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην, ὅτι ἐν τῷ κόσμῳ τούτῳ θλῖψιν ἕξετε· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συναγωγάς, καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθή σεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς· καὶ ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ὁ γὰρ διωχθεὶς ἕνεκεν τῆς πίστεως καὶ μαρτυρήσας περὶ αὐτοῦ καὶ ὑπομείνας, οὗτος ἀληθῶς ἄνθρωπος Θεοῦ.

δ. Ὅτι φρικτὸν καὶ ὀλέθριον τὸ ἀρνεῖσθαι Χριστόν.
Ὁ δὲ ἀρνησάμενος ἑαυτὸν Χριστοῦ εἶναι διὰ τὸ μὴ μισεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, φιλήσας τὴν ἑαυτοῦ ψυχὴν μᾶλλον ἢ τὸν Κύριον, οὗ ἡ πνοὴ αὐτοῦ ἐν χειρὶ αὐτοῦ, οὗτος ἐλεεινός, ἄθλιος, ὡς ἐναγὴς καὶ βδελυκτός, φίλος μὲν ἀνθρώπων θελήσας εἶναι, ἐχθρὸς δὲ τοῦ Θεοῦ, μερίδα λαβὼν οὐκέτι μετὰ τῶν ἁγίων, ἀλλὰ μετὰ τῶν κατηραμένων, ἀντὶ βασιλείας εὐλογημένων ποθήσας τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοι μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οὐχ ὑπ᾿ ἀνθρώπων ἔτι μισούμενος, ἀλλ᾿ ὑπὸ τοῦ Θεοῦ ἀπωσμένος καὶ ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐκβεβλημένος. Περὶ γὰρ τούτου ἀπεφήνατο ὁ Κύριος λέγων· Ὅστις ἀρνήσεταί με ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ἐπαισχυνθῇ τὸ ὄνομά μου, ἀρνήσομαι αὐτὸν κἀγὼ καὶ ἐπαισχυνθήσομαι ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν λέγει τοῖς μαθηταῖς αὐτοῦ, ἡμῖν αὐτοῖς, οὕτως· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος· ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρω πος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Καὶ ἑξῆς· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνά μενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.

ε. Ὅτι μιμητέον Χριστὸν ἐν τῷ πάσχειν καὶ ζηλωτέον τὴν αὐτοῦ ὑπομονήν.
Πᾶς οὖν ὁ μανθάνων τέχνην τινά, βλέπων τὸν διδάσκαλον αὐτοῦ διὰ τῆς ἐνεργείας καὶ ἐμπειρίας ἀπαρτί ζοντα τὴν τέχνην αὐτοῦ, καὶ αὐτὸς ζηλοῖ ὅμοιον αὐτῷ ποιήσασθαι τὸ ἐγχειρισθέν· ἐὰν δὲ μὴ ἐξισχύσῃ, οὐκ ἔστιν τετελειωμένος ἐν τῷ ἔργῳ. Καὶ ἡμεῖς οὖν, ἔχοντες διδάσκαλον τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, διὰ τί οὐ μιμούμεθα τὴν αὐτοῦ διδαχήν; Ὅτι ἐκεῖνος μὲν ἀπετάξατο ἀνέσει, τρυφῇ, δόξῃ, πλούτῳ, τύφῳ, δυνάμει ἀμυντικῇ, μητρὶ καὶ ἀδελφοῖς, ἤδη δὲ καὶ τῇ οἰκείᾳ ζωῇ διὰ τὴν πρὸς τὸν Πατέρα εὐσέβειαν καὶ τὴν εἰς ἡμᾶς φιλαν θρωπίαν, ὑπομείνας οὐ μόνον διωγμὸν καὶ μάστιγας, ὀνει δισμὸν καὶ ἐμπαιγμόν, ἀλλ᾿ ἤδη καὶ τὴν πρὸς τὸ ξύλον πρόσπηξιν, ὅπως Ἰουδαίους καὶ Ἕλληνας μετανοήσαντας σώσῃ· εἰ οὖν αὐτὸς δι᾿ ἡμᾶς ἀπετάξατο ἅμα πᾶσι, μὴ ἐπαισχυνθεὶς σταυρόν, μηδὲ ἀδοξήσας τὸν θάνατον, τίνος ἕνεκεν ἡμεῖς οὐ μιμούμεθα αὐτοῦ τὰ πάθη καὶ ἀποτασσόμεθα ὑπὲρ αὐτοῦ καὶ αὐτῇ τῇ ζωῇ ἡμῶν, διδόντος αὐτοῦ ἡμῖν τὴν ὑπομονήν; Ἐκεῖνος μὲν γὰρ δι᾿ ἡμᾶς, ἡμεῖς δὲ δι᾿ ἑαυτούς, οὐ γὰρ χρῄζει ἡμῶν αὐτός, ἡμεῖς δὲ τοῦ ἐλέους αὐτοῦ· μόνον δὲ τὸ τῆς πίστεως ἡμῶν γνήσιον ἐπιζητεῖ καὶ αὐθαίρετον, ὥς φησιν ἡ γραφή· Εἰ δίκαιος εἶ, τί δώσεις αὐτῷ ἢ τί ἐκ χειρός σου λήψεται; Ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.

στ. Ὅτι χρὴ τὸν πιστὸν μὴ ῥιψοκίνδυνον εἶναι δι᾿ ἀσφάλειαν μήτε περιδεῆ δι᾿ ἀνανδρίαν, ἀλλὰ καὶ φεύγειν δι᾿ εὐλάβειαν καὶ ἐμπί πτοντα ἀγωνίζεσθαι διὰ τὸν ἀποκείμενον στέφανον.
Ἀποταξώμεθα οὖν καὶ γονεῦσιν καὶ συγγενέσιν καὶ φίλοις καὶ γυναικὶ καὶ τέκνοις καὶ κτήμασιν καὶ σύμπαντι τῷ βίῳ, ὅταν ᾖ τι τούτων κώλυμα πρὸς εὐσέβειαν. Δεῖ γὰρ προσεύχεσθαι μὲν ἡμᾶς, ἵνα μὴ εἰσέλθωμεν εἰς πει ρασμόν· ἐὰν δὲ κληθῶμεν εἰς μαρτύριον, μετὰ ἐνστάσεως ὁμολογεῖν τὸ τίμιον ὄνομα· καὶ ἐὰν τούτου χάριν κολασθῶ μεν, χαίρωμεν ὡς ἐπὶ ἀθανασίαν σπεύδοντες. Διωκόμενοι μὴ ξενιζώμεθα, μὴ ἀγαπήσωμεν τὸν νῦν αἰῶνα μηδὲ τοὺς παρὰ ἀνθρώπων ἐπαίνους μηδὲ τὴν τῶν ἀρχόντων δόξαν καὶ τιμήν, καθάπερ καί τινες τῶν Ἰουδαίων, θαυμάζοντες τοῦ Κυρίου τὰς ἐνεργείας, οὐκ ἐπίστευον εἰς αὐτὸν φόβῳ τῷ πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς λοιποὺς τῶν ἀρχόντων· Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Ὁμολογήσαντες δὲ τὴν καλὴν ὁμολογίαν, οὐ μόνον ἑαυτοὺς σῴζομεν, ἀλλὰ καὶ τοὺς νεοφωτίστους βεβαιοῦμεν καὶ τοὺς κατηχουμένους πιστο ποιούμεθα. Εἰ δὲ καθυφῶμέν τι τῆς ὁμολογίας, ἐξαρνησάμενοι τὴν εὐσέβειαν διὰ γνώμης χαυνότητα καὶ φόβον βραχυτάτης τιμωρίας, οὐ μόνον ἑαυτοὺς ἀποστεροῦμεν τῆς αἰωνίου δόξης, ἀλλ᾿ ἤδη καὶ ἑτέροις αἴτιοι ἀπωλείας γενησόμεθα καὶ διπλοτέραν ὑποίσομεν τὴν τίσιν, ὡς ὑποψίαν δόντες διὰ τῆς ἀρνήσεως, πλάνης διδαχὴν εἶναι τήν ποτε ὑφ᾿ ἡμῶν δοξα ζομένην ἀλήθειαν. Διὸ μήτε πρόχειροι ὦμεν καὶ ῥιψοκίν δυνοι· λέγει γὰρ ὁ Κύριος· Προσεύχεσθε μὴ ἐμπεσεῖν εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Μήτε μὴν ἐμπεσόντες δειλίᾳ καταισχύνωμεν τὴν ὁμολογίαν. Εἰ γὰρ ἀρνησάμενός τις τὴν ἑαυτοῦ ἐλπίδα, ὅς ἐστιν Ἰησοῦς ὁ τοῦ Θεοῦ υἱός, ἀπολυθῇ τοῦ προσκαίρου θανάτου, αὔριον δὲ ἐπὶ κλίνης νόσῳ περιπέσῃ ὀξυτάτῃ κοιλίας ἢ στομάχου ἢ κεφαλῆς ἤ τινι πάθει τῶν ἀνιάτων, σήψεως ἢ γαγγραίνης ἢ ἀποστάσεως ἢ ἰλεοῦ ἢ ὑδέρου ἢ κόλου, ταχεῖαν ποιήσηται τὴν καταστροφὴν καὶ τοῦ ζῆν ὑπεξέλθοι· οὐχὶ καὶ τῶν ἐνταῦθα ἐστερήθη καὶ τῶν αἰωνίων ἐκπέπτωκεν, μᾶλλον δὲ τῆς αἰωνίου κολάσεως ἐντὸς κατέστη, πορευθεὶς εἰς τὸ σκότος τὸ ἐξώτερον, οὗ ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων; Ὁ δὲ ἀξιωθεὶς μαρτυρίου χαιρέτω τὴν ἐν Κυρίῳ χαράν, ὡς τηλικούτου ἐπιτυχὼν στεφάνου καὶ δι᾿ ὁμολογίας ποιούμενος τὴν ἔξοδον τοῦ βίου. Καὶ ἐὰν κατηχούμενος ᾖ, ἄλυπος ἀπίτω· τὸ γὰρ πάθος τὸ ὑπὲρ Χριστοῦ αὐτῷ ἔσται γνησιώτερον βάπτισμα, ὅτι αὐτὸς μὲν πείρᾳ συναποθνήσκει τῷ Κυρίῳ, οἱ δὲ λοιποὶ τύπῳ. Χαιρέτω οὖν μιμούμενος τὸν διδάσκαλον, ἐπειδὴ καὶ προστέτακται· Κατηρτισμένος ἔστω πᾶς ὡς ὁ διδάσκαλος αὐτοῦ. Ὁ δὲ διδάσκαλος ἡμῶν Ἰησοῦς ὁ Κύριος δι᾿ ἡμᾶς ἐπλήγη, βλασφημίας ὑπέ μεινεν καὶ ὀνειδισμοὺς μακροθύμως, ἐνεπτύσθη, ἐκολαφίσθη, ἐρραπίσθη, σταυρῷ μετὰ τὸ μαστιχθῆναι προσηλώθη, ὄξος καὶ χολὴν ἐποτίσθη, τελειώσας πάντα τὰ γεγραμμένα εἶπεν τῷ Θεῷ καὶ Πατρί· Εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Διὸ καὶ ὁ εὐχόμενος ἐκείνου μαθητὴς εἶναι ζηλούτω τοὺς αὐτοῦ ἀγῶνας, μιμείσθω τὴν ὑπομονήν, γινώ σκων, ὅτι κἂν ἐν πυρὶ ὑπὸ ἀνθρώπων καῇ, οὐθὲν πείσεται, ὡς καὶ οἱ τρεῖς παῖδες, ἢ εἰ καὶ πάθοι τι, μισθὸν παρὰ Θεοῦ λήψεται, πιστεύων τῷ ἑνὶ καὶ μόνῳ ἀληθινῶ Θεῷ καὶ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ μεγάλου ἀρχιερέως καὶ λυτρωτοῦ τῶν ψυχῶν καὶ μισθαποδότου τῶν ἄθλων, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ζ. Περὶ ἀναστάσεως ἀποδείξεις διάφοροι.
Αὐτὸς γὰρ ἡμᾶς ἐγερεῖ ὁ παντοκράτωρ Θεὸς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ τὴν ἀψευδῆ, καὶ ἀναστήσει ἡμᾶς σὺν πᾶσι τοῖς ἀπ᾿ αἰῶνος κοιμηθεῖσιν τοιούτους, ὁποῖοι ὑπάρχομεν ἐν τῇ νῦν μορφῇ, μηθὲν ἐλλειπὲς ἔχοντας ἢ τὴν φθοράν, ἐπείπερ ἄφθαρτοι ἀναστησόμεθα. Κἄν τε γὰρ ἐν πελάγει τελευ τήσωμεν, κἂν ἐν γῇ διασπαρῶμεν, κἂν ὑπὸ θηρίων ἢ ὀρνέων διασπασθῶμεν, ἀναστήσει ἡμᾶς τῇ ἑαυτοῦ δυνάμει, ὅτι ὁ πᾶς κόσμος τῇ τοῦ Θεοῦ συνέχεται χειρί· Θρὶξ δέ, φησίν, ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Διὸ παραινεῖ λέγων· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Περὶ δὲ τῆς τῶν νεκρῶν ἀναστάσεως καὶ τῆς τῶν μαρτύ ρων μισθαποδοσίας λέγει Γαβριὴλ τῷ Δανιήλ· Καὶ πολλοὶ τῶν κεκοιμημένων ἐκ γῆς χώματος ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ὁ ἥλιος καὶ ὡς τὸ στερέωμα καὶ ὡς οἱ ἀστέρες. Ὡς φωστῆρας τοίνυν τοὺς ἁγίους ἐκλάμψειν προεῖπεν ὁ ἅγιος Γαβριήλ· αὐτοῖς γὰρ τὸ συνιέναι τὴν ἀλήθειαν ἐμαρτύρησεν καὶ τὸ ἱερὸν αὐτοῦ ὄνομα. Οὐ μόνον δὲ τοῖς μάρτυσιν ἐπήγγελται τὴν ἀνάστασιν, ἀλλὰ καὶ πᾶσιν ἀνθρώ ποις, δικαίοις τε καὶ ἀδίκοις, εὐσεβέσιν τε καὶ δυσσεβέσιν, ἵνα ἕκαστος τὰ πρὸς ἀξίαν τίσῃ. Ἄξει γάρ, φησίν, ὁ Θεὸς σύμπαν τὸ ποίημα εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν. Ταύτην δὲ τὴν ἀνάστασιν μὴ πιστεύοντες Ἰουδαῖοι τὸ παλαιὸν ἔλεγον· Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, διαπεφωνήκαμεν. Οἷς ὁ Θεὸς ἀποκριθεὶς ἔφη· Ἰδοὺ ἐγὼ ἀνοίγω τοὺς τάφους ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐξ αὐτῶν καὶ δώσω τὸ πνεῦμά μου ἐν ὑμῖν, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω. Καὶ διὰ Ἡσαΐου φησίν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἡσυχάζοντες ἐν τῇ γῇ, ὅτι ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. Πολλὰ μὲν οὖν καὶ ἕτερα περὶ τῆς ἀναστάσεως εἴρηται καὶ περὶ τῆς τῶν δικαίων ἐν δόξῃ διαμονῆς καὶ περὶ τῆς τῶν ἀσεβῶν τιμωρίας, πτώσεως, ἀποστροφῆς, καταδίκης, ἀδοξίας, πυρὸς αἰωνίου καὶ σκώληκος ἀτελευτήτου. Καὶ ὅτι, εἰ ἐβούλετο πάντας ἀνθρώπους εἶναι ἀθανάτους, ἠδύνατο, ἔδειξεν τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν μὴ ἐάσας θανάτου πεῖραν λαβεῖν. Εἰ δὲ καὶ κατὰ γενεὰν τοὺς τελευτῶντας ἀνιστᾶν ἤθελεν, καὶ δι᾿ ἑαυτοῦ καὶ δι᾿ ἑτέρων ἔπεισεν, τὸν μὲν υἱὸν τῆς χήρας διὰ Ἠλίου ἀναστήσας καὶ τὸν τῆς Σωμανίτιδος διὰ Ἐλισσαίου. Πειθόμεθα δὲ μὴ μισθὸν τιμωρίας εἶναι τὸν θάνατον, ἐξ ὧν αὐτὸν καὶ ἅγιοι ὑπέστησαν ἢ καὶ αὐτὸς ὁ τῶν ἁγίων Κύριος Ἰησοῦς ὁ Χριστός, ἡ ζωὴ τῶν πιστῶν καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Διὰ τοῦτο οὖν τέως ὡς ἂν ἐν μεγαλοπόλει πολιτευομέ νοις μετὰ τοὺς ἄθλους ἐπάγει πρὸς ὀλίγον τὴν διάλυσιν, ἵνα ἀναστήσας ἕκαστον ἢ ἀποκηρύξῃ ἢ στεφανώσῃ. Ὁ γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα ἐκ γῆς καὶ τῶν λοιπῶν κατασκευάσας, οὗτος καὶ τῶν λοιπῶν καὶ τοῦ πρώτου μετὰ διάλυσιν τὸ σῶμα ἀναστήσει. Ἀκούσονται γάρ, φησί, πάντες οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκού σαντες ζήσονται. Πρὸς δὲ τούτοις πιστεύομεν γίνεσθαι τὴν ἀνάστασιν καὶ ἐκ τῆς τοῦ Κυρίου ἀναστάσεως· αὐτὸς γάρ ἐστιν ὁ καὶ Λάζαρον ἀναστήσας τετραήμερον καὶ τὴν θυγατέρα Ἰαείρου καὶ τὸν υἱὸν τῆς χήρας, καὶ ἑαυτὸν προστάγματι τοῦ Πατρὸς διὰ τριῶν ἡμερῶν ἀνεγείρας, ὁ ἀρραβὼν τῆς ἀναστάσεως ἡμῶν. Ὁ τὸν Ἰωνᾶν διὰ τριῶν ἡμερῶν ζῶντα καὶ ἀπαθῆ ἐξαγαγὼν ἐκ τῆς κοιλίας τοῦ κήτους καὶ τοὺς τρεῖς παῖδας ἐκ καμίνου Βαβυλωνίας καὶ τὸν Δανιὴλ ἐκ στόματος λεόντων, οὐκ ἀπορήσει δυνάμεως καὶ ἡμᾶς ἀνεγεῖραι. Εἰ δὲ χλευάζουσιν Ἕλληνες ἀπιστοῦντες ταῖς ἡμετέ ραις γραφαῖς, πιστωσάτω αὐτοὺς κἂν ἡ αὐτῶν προφῆτις Σίβυλλα, οὕτω πως αὐτοῖς λέγουσα κατὰ λέξιν·
Ἀλλ᾿ ὁπότ᾿ ἤδη πάντα τέφρα σποδόεσσα γένηται,
Καὶ πῦρ κοιμίσῃ θεὸς ἄφθιτος, ὅσπερ ἀνῆψεν,
Ὀστέα καὶ σποδιὴν αὐτὸς θεὸς ἔμπαλιν ἀνδρῶν
Μορφώσει, στήσει δὲ βροτοὺς πάλιν, ὡς πάρος ἦσαν·
Καὶ τότε δὴ κρίσις ἔσται, ἐφ᾿ ᾗ δικάσει θεὸς αὐτός,
Κρίνων ἔμπαλι κόσμον· ὅσοι δ᾿ ὑπὸ δυσσεβίῃσιν
Ἥμαρτον, τούσδ᾿ αὖ πάλι γαῖα καλύψει·
 Ὅσσοι δ᾿ εὐσεβέουσι, πάλιν ζήσοντ᾿ ἐνὶ κόσμῳ,
Πνεῦμα θεοῦ δόντος ζωήν θ᾿ ἅμα καὶ χάριν αὐτοῖς
Εὐσεβέσιν· πάντες δὲ τότ᾿ εἰσόψονται ἑαυτούς.
Εἰ τοίνυν καὶ αὐτὴ τὴν ἀνάστασιν ὁμολογεῖ καὶ τὴν παλιγγενεσίαν οὐκ ἀρνεῖται, διακρίνει δὲ τοὺς εὐσεβεῖς ἐκ τῶν ἀσεβῶν, μάτην ἄρα τοῖς ἡμετέροις ἀπιστοῦσιν. Καίτοι φασὶν καὶ εἰδικὴν δεικνύειν τὴν ἀνάστασιν, μὴ πιστεύοντες οἷς αὐτοὶ διηγοῦνται. Φασὶ γὰρ ὄρνεόν τι μονο γενὲς ὑπάρχειν, πλουσίαν τῆς ἀναστάσεως παρέχον τὴν ἀπόδειξιν, ὃ λέγουσιν ἄζυγον ὑπάρχειν καὶ μόνον ἐν δημι ουργίᾳ· φοίνικα δὲ αὐτὸ προσαγορεύουσιν, ὃ καὶ ἱστοροῦσιν κατὰ πεντακόσια ἔτη ἔρχεσθαι εἰς Αἴγυπτον ἐπὶ τὸν λεγό μενον ἡλίου βωμόν, φέρον πλῆθος κινναμώμου κασσίας τε καὶ ξυλοβαλσάμου καὶ στὰν πρὸς ἀνατολάς, ὡς αὐτοί φασιν, τῷ ἡλίῳ προσευξάμενον αὐτομάτως φλεχθῆναι καὶ γενέσθαι κόνιν, ἐκ δὲ τῆς σποδοῦ σκώληκα ἀναφυῆναι, καὶ τοῦτον θερμανθέντα μορφωθῆναι εἰς ἀρτιγενῆ φοίνικα καὶ πτηνὸν γενόμενον ἐπ᾿ Ἀραβίαν στείλασθαι, ἥπερ ἐστὶν περαιτέρω τοῦ αἰγυπτιακοῦ νομοῦ. Εἰ τοίνυν, ὡς καὶ αὐτοί φασιν, διὰ τοῦ ἀλόγου ὀρνέου δείκνυται ἡ ἀνάστασις, τί μάτην τὰ ἡμέτερα διαβάλλουσιν, ὅταν ὁμολογῶμεν, ὅτι ὁ δυνάμει τὸ μὴ ὂν εἰς τὸ εἶναι παραγαγών, οὗτος ἰσχύει τοῦτο καὶ μετὰ τὴν διάλυσιν εἰς ἀνέγερσιν παραστῆσαι; Διὰ γὰρ ταύτην τὴν πληροφορίαν καὶ μάστιγας καὶ διωγμοὺς καὶ θανάτους ὑπομένομεν, ἐπεὶ μάτην τὰ τοιαῦτα κατεδεξάμεθα μὴ τούτων ἔχοντες τὴν πληροφορίαν, ὧν κήρυ κες ἐπαγγελλόμεθα εἶναι. Ὥσπερ οὖν ἐπείσθημεν Μωϋσῇ εἰπόντι, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ γινώσκομεν, ὅτι οὐχ ὕλης ἦν ἐνδεής, ἀλλὰ βουλήσει μόνῃ, ἃ προσετάγη Χριστός, ταῦτα καὶ παρήγαγεν, λέγομεν δὴ οὐρανόν, γῆν, θάλασσαν, φῶς, νύκτα, ἡμέραν, φωστῆρας, ἄστρα, πετεινά, νηκτά, τετράποδα, ἑρπετά, φυτά, βοτάνας· τὸν αὐτὸν τρόπον καὶ πάντας ἀναστήσει θελήματι, συνεργείας μὴ δεόμενος. Τῆς γὰρ αὐτῆς δυνάμεώς ἐστιν ἔργον τὸ δημιουργῆσαι κόσμον καὶ τὸ νεκροὺς ἀναστῆσαι· καὶ τότε μὲν μὴ ὄντα τὸν ἄνθρωπον ἐκ διαφόρων ἐποίησεν, δοὺς αὐτῷ τὴν ψυχὴν ἐκ τοῦ μὴ ὄντος, νῦν δὲ ταῖς οὔσαις ψυχαῖς τὰ διαλυθέντα σώματα ἀποτίσει. Κειμένων γάρ ἐστιν ἡ ἀνάστασις, οὐχὶ δὲ μὴ ὑπαρχόντων. Ὁ οὖν τὰ πρῶτα σώματα ἐκ μὴ ὄντων ποιήσας καὶ ἐξ αὐτῶν διάφορα δημιουργήσας, οὗτος καὶ τοὺς θανόντας ζωοποιήσας ἀναστήσει. Ὁ γὰρ ἐν τῇ κοιλίᾳ τὸν ἄνθρωπον ἐκ μικροῦ σπέρματος μορφῶν καὶ ψυχὴν αὐτῷ οὐκ οὖσαν ἐνδημιουργῶν, καθὼς αὐτός πού φησιν τῷ Ἱερεμίᾳ· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε. Καὶ ἀλλαχοῦ· Ἐγὼ Κύριος στερεῶν οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. Αὐτὸς καὶ πάντας ἀνθρώπους ἀναστήσει αὐτοῦ ὄντας ποιήματα, καθὼς καὶ ἡ θεία γραφὴ μαρτυρεῖ λέγοντα τὸν Θεὸν τῷ μονογενεῖ Χριστῷ· Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ ὁ θειότατος καὶ καρτερικὸς Ἰώβ, περὶ οὗ φησιν ἡ γραφή, ὅτι γέγραπται αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ Κύριος ἀνίστησιν, οὗτός φησι πρὸς τὸν Θεόν· Ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἔπηξας δέ με ἶσα τυρῷ; Δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας, ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾿ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα· ταῦτα ἔχων ἐν ἐμαυτῷ, οἶδα, ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Λέγει δὲ καὶ ὁ θεοφιλὴς Δαυὶδ τῷ Θεῷ· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. Καὶ πάλιν· Σὺ ἔγνως τὸ πλάσμα ἡμῶν. Καὶ ἑξῆς· Σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκρα ταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν· τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Ἀλλὰ καὶ ὁ Ἡσαΐας λέγει προσευχόμενος αὐτῷ, ὅτι Ἡμεῖς ὁ πηλὸς καὶ σὺ ὁ πλάστης ἡμῶν. Εἰ τοίνυν αὐτοῦ δημιούργημα ὁ ἄνθρωπος διὰ Χριστοῦ γενόμενος, πάντως ὅτι καὶ θανὼν δι᾿ αὐτοῦ ἀναστήσεται ἐπὶ τῷ ἢ στεφανωθῆναι ἐπὶ τοῖς κατορθώμασιν ἢ κολασθῆναι ἐπὶ τοῖς πλημμελήμασιν. Εἰ δὲ δικαιοσύνῃ κρίνει ὡς νομο θέτης, ὥσπερ κολάζει τοὺς ἀσεβεῖς, οὕτως εὐεργετῶν σῴζει τοὺς πιστοὺς καὶ τοὺς δι᾿ αὐτὸν ὑπ᾿ ἀνθρώπων σφαγέντας ἁγίους, τοὺς μὲν ὡς ἄστρα φαιδρύνων, τοὺς δὲ ὡς φωστῆρας λαμπρύνων, καθὼς ὁ Γαβριὴλ τῷ Δανιὴλ ἔλεγεν. Μαθη ταὶ οὖν Χριστοῦ πάντες ὑπάρχοντες οἱ πιστοί, πιστεύωμεν αὐτοῦ ταῖς ἐπαγγελίαις· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος. Λέγει δὲ καὶ ὁ μακάριος προφήτης Δαυὶδ ὅτι Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὁ γὰρ ἐκ παρθένου ἑαυτῷ κατασκευάσας σῶμα, οὗτος καὶ τῶν ἄλλων ἀνθρώπων δημιουργός ἐστιν, καὶ ὁ ἑαυτὸν ἀναστήσας ἐκ τῶν νεκρῶν, αὐτὸς καὶ πάντας τοὺς κειμένους ἀναστήσει. Ὁ τὸν πυρὸν ἐξ ἑνὸς κόκκου πολύχουν ἐκ γῆς ἀνιστῶν, ὁ τὸ ἐκκοπὲν δένδρον εἰς ῥάδαμνον ἀναθάλλων, ὁ τὴν Ἀαρὼν ῥάβδον ξηρὰν οὖσαν ἐκφύσας εἰς βλαστόν, αὐτὸς καὶ ἡμᾶς ἐγερεῖ ἐν δόξῃ. Ὁ τὸν παρα λυτικὸν σῶον ἀνεγείρας καὶ τὸν ἐξηραμμένην ἔχοντα τὴν χεῖρα ἰασάμενος καὶ τὸ λεῖπον μέρος ἐν τῷ ἐκ γενετῆς πηρῷ ἐκ γῆς καὶ σιέλου ἀποδούς, ὁ αὐτὸς καὶ ἡμᾶς ἀνεγερεῖ. Ὁ ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων πεντακισχιλίους κορέσας καὶ περισσεύσας δώδεκα κοφίνους, καὶ ἐξ ὕδατος οἶνον μεταποιήσας καὶ ἐκ στόματος ἰχθύος στατῆρα δι᾿ ἐμοῦ Πέτρου τοῖς ἀπαιτοῦσι κῆνσον ἀποστείλας, ὁ αὐτὸς καὶ τοὺς νεκροὺς ἀνεγερεῖ. Ταῦτα γὰρ ἅπαντα ἡμεῖς περὶ αὐτοῦ μαρτυροῦμεν, τὰ δὲ ἄλλα οἷ προφῆται. Ἡμεῖς οἱ συμφαγόντες αὐτῷ καὶ συμπιόντες, καὶ θεαταὶ γενόμενοι τῶν αὐτοῦ τεραστίων καὶ τῆς ζωῆς καὶ τῆς πολιτείας καὶ τῶν λόγων καὶ τῶν παθημάτων καὶ τοῦ θανάτου καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, καὶ συνα ναστραφέντες αὐτῷ ἡμέρας τεσσαράκοντα μετὰ τὴν ἔγερσιν αὐτοῦ, καὶ λαβόντες ἐντολὴν παρ᾿ αὐτοῦ κηρῦξαι τὸ εὐαγγέ λιον εἰς ὅλον τὸν κόσμον καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη καὶ βαπτίσαι εἰς τὸν θάνατον αὐτοῦ ἐπὶ αὐθεντίᾳ τοῦ Θεοῦ τῶν ὅλων, ὅς ἐστιν αὐτοῦ Πατήρ, καὶ μαρτυρίᾳ Πνεύματος, ὅ ἐστι παράκλητος· διδάσκομεν ὑμᾶς ταῦτα πάντα, ἃ διαταξάμενος ἡμῖν ἀνελήφθη ἐπ᾿ ὄψει ἡμῶν εἰς τὸν οὐρανὸν πρὸς τὸν ἀποστείλαντα αὐτόν. Καὶ ἐὰν μὲν πιστεύσητε, μακάριοι γενήσεσθε· εἰ δὲ μὴ πιστεύσητε, ἀθῶοι ἡμεῖς εὑρεθησόμεθα καὶ καθαροὶ τῆς ὑμετέρας δυσπι στίας.

η. Περὶ Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ Κυρίου καὶ Στεφάνου τοῦ πρωτο μάρτυρος.
Περὶ δὲ τῶν μαρτύρων λέγομεν ὑμῖν, ὅπως πάσῃ τιμῇ ὦσιν παρ᾿ ὑμῖν, ὡς καὶ παρ᾿ ἡμῖν τετίμηνται ὁ μακάριος Ἰάκωβος ὁ ἐπίσκοπος καὶ ὁ ἅγιος ἡμῶν συνδιάκονος Στέφα νος. Οὗτοι γάρ εἰσιν καὶ ὑπὸ Θεοῦ μεμακαρισμένοι καὶ ὑπὸ ὁσίων ἀνδρῶν τετιμημένοι, καθαροὶ πάσης πλημμελείας, ἄτρεπτοι πρὸς ἁμαρτίαν, ἀμετάπειστοι τῶν καλῶν, ἀνεν δοίαστοι πρὸς ἐγκώμια, περὶ ὧν καὶ ὁ Δαυὶδ ἔλεγεν· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Καὶ ὁ Σολομών· Μνήμη δικαίων μετ᾿ ἐγκωμίων. Περὶ ὧν καὶ ὁ προφήτης ἔλεγεν· Ἄνδρες δίκαιοι αἴρονται.

θ. Περὶ ψευδομαρτύρων.
Ταῦτα δὲ περὶ τῶν κατὰ ἀλήθειαν ὑπὲρ Χριστοῦ μαρτυρησάντων εἴρηται, ἀλλ᾿ οὐ περὶ τῶν ψευδομαρτύρων, περὶ ὧν τὸ λόγιόν φησιν· Ὄνομα δὲ ἀσεβῶν σβέννυται· μάρτυς γὰρ πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. Ὁ γὰρ ἐν μαρτυρίῳ ἐξελθὼν ἀψευδῶς ὑπὲρ τῆς ἀληθείας, οὗτος ἀληθινὸς μάρτυς, ἀξιόπιστος ἐν οἷς συνηγωνίσατο τῷ λόγῳ τῆς εὐσεβείας διὰ τοῦ οἰκείου αἵματος.

ι. Ὅτι δεῖ φεύγειν ματαιολογίας, αἰσχρολογίας, εὐτραπελίας, μέθην, λαγνείαν, θρύψιν, ὀργὴν ἄμετρον, ᾠδὴν ἐθνικὴν ἢ πορνικόν, ὀνο μασίαν τε εἰδώλων ἢ δαιμόνων.
Παραινοῦμεν δὲ ὑμῖν, ἀδελφοὶ καὶ σύνδουλοι, φεύ γειν τὰς ματαιολογίας καὶ τὰς αἰσχρολογίας καὶ τὰς εὐτρα πελίας, μέθας, λαγνείας, θρύψεις καὶ τὰς ἀμέτρους ὀργὰς σὺν ταῖς μωρολογίαις, ὅτι οὐδὲ ἐν ταῖς κυριακαῖς ἡμέραις τῶν εὐφροσυνῶν ὑμῶν ἐπιτρέπομεν ὑμῖν ἄσεμνόν τι ἢ φθέγγεσθαι ἢ πράττειν. Λέγει γάρ που καὶ ἡ γραφή· Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Καὶ τὰς ἀγαλλιάσεις οὖν ὑμῶν μετὰ φόβου καὶ τρόμου γίνεσθαι χρή. Ὁ γάρ τοι χριστιανὸς ὁ πιστὸς οὐδὲ ᾠδὴν ἐθνικὴν ὀφείλει λέγειν οὔτε ᾆσμα πορνικόν, ἐπεὶ συμβήσεται αὐτῷ διὰ τῆς ᾠδῆς εἰδώλων μνημονεύειν ὀνόματα δαιμονικά, καὶ ἀντὶ τοῦ ἁγίου Πνεύματος εἰσφρήσει ἐν αὐτῷ τὸ πονηρόν.

ια. Παραίνεσις παιδεύουσα φεύγειν τῆς εἰδωλολατρείας τὸ μύσος.
Ἀπείρηται δὲ καὶ τὸ ὀμνύειν ἐν αὐτοῖς καὶ τὸ διὰ στόματος αὐτῶν προφέρειν τὰ βδελυκτὰ ὀνόματα ἢ προσκυ νεῖν αὐτοῖς ἢ φοβεῖσθαι αὐτοὺς ὡς θεούς· οὐ γὰρ εἰσὶν θεοί, ἀλλ᾿ ἢ πονηροὶ δαίμονες ἢ μεμωκημένα ἔργα. Λέγει γάρ που ὁ Θεὸς περὶ τῶν Ἰσραηλιτῶν· Ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς. Καὶ ἑξῆς· Ἐξαρῶ τὰ ὀνόματα τῶν εἰδώλων ἐκ τοῦ στόματος αὐτῶν. Καὶ ἀλλαχοῦ· Αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Καὶ ἐν πάσαις δὲ ταῖς γραφαῖς ἀπηγόρευται ταῦτα ὑπὸ Κυρίου τοῦ Θεοῦ.

ιβ. Ὅτι μὴ προσήκει ᾠδὴν ἐθνικὴν ᾄδειν οὔτε ἐπομνύεσθαι εἴδωλον οὔτε οἰωνοῖς ἢ κληδόσιν ἢ μαντείαις ἢ παλμοῖς ἢ παρατηρήσεσιν ἰουδαικαῖς προσανέχειν· ἀσεβὲς γὰρ τοῦτο καὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐχθρόν.
Οὐ μόνον δὲ περὶ εἰδώλων ἀπαγορεύουσιν, ἀλλὰ καὶ περὶ φωστήρων νομοθετοῦντες παραινοῦσιν μήτε ὀμνύειν ταῦτα μήτε μὴν λατρεύειν αὐτοῖς· φασὶ γάρ· Μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. Καὶ ἀλλαχοῦ· Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. Τὰ γὰρ ἄστρα καὶ οἱ φωστῆρες εἰς φαῦσιν ἀνθρώποις, ἀλλ᾿ οὐκ εἰς προσκύνησιν ἐδόθησαν, εἰ καὶ οἱ Ἰσραηλῖται μοχθηρίᾳ τρόπου προσεκύνουν ἀντὶ τοῦ κτίστου τὴν κτίσιν, καὶ τὸν μὲν δημιουργὸν καθυβρίσαντες, τὴν δὲ κτίσιν πλεῖον ἢ δεῖ θαυμάσαντες, καί ποτε μὲν μοσχοποιοῦντες ὡς ἐν ἐρήμῳ, ποτὲ δὲ τὸν Βεελφεγὼρ προσκυνοῦντες, ἄλλοτε δὲ τὸν Βαὰλ καὶ τὸν Θαμμοὺς καὶ τὴν σιδωνίαν Ἀστάρτην, καὶ πάλιν τὸν Μολὸχ καὶ τὸν Χαμώς, καὶ ἄλλοτε τὸν ἥλιον, ὡς παρὰ τῷ Ἰεζεκιὴλ γέγραπται, ἤδη δὲ καὶ ἄλογα ζῶα, ὡς παρ᾿ Αἰγυπτίοις τὸν Ἄπιν καὶ τὸν μενδήσιον τράγον, καὶ θεοὺς ἀργυροῦς καὶ χρυσοῦς, ὡς ἐν Ἰουδαίᾳ. Δι᾿ ἅπερ ἅπαντα ἀπειλῶν αὐτοῖς ἔλεγεν διὰ τοῦ προφήτου· Μὴ μικρὸν τοῦτο τῷ οἴκῳ Ἰούδα, τοῦ ποιεῖν τὰ βδελύγματα ταῦτα, ἃ ἐποίησαν, ὅτι ἔπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με; Ἰδού, αὐτοί εἰσιν ὡς μυκτηρίζοντες, καὶ ἐγὼ ποιήσω μετὰ θυμοῦ, οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδ᾿ οὐ μὴ ἐλεήσω, καὶ κεκράξονται ἐν τοῖς ὠσίν μου φωνῇ μεγάλῃ καὶ οὐκ εἰσακούσομαι αὐτῶν. Ὁρᾶτε, ἀγαπητοί, ὅσα κατὰ τῶν εἰδωλολατρῶν καὶ τῶν σεβομένων ἥλιον καὶ σελήνην ἀποφαίνεται ὁ Κύριος. Διὸ χρὴ τὸν τοῦ Θεοῦ ἄνθρωπον ὡς Χριστιανὸν μήτε ἥλιον ὀμνῦναι μήτε σελήνην μήτε ἄστρα, μήτε μὴν οὐρανὸν ἢ γῆν ἤ τι τῶν στοιχείων μικρὸν ἢ μέγα. Εἰ γὰρ ὁ διδάσκαλος περὶ τοῦ ὄντος Θεοῦ παρήγγειλεν ἡμῖν μὴ ὀμνύειν, ὅπως ὁ λόγος ἡμῶν πιστότερος ᾖ τοῦ ὅρκου, μήτε μὴν τὸν οὐρανὸν αὐτόν, ἑλληνικὸν γὰρ τὸ δυσσέβημα, μήτε μὴν Ἱερουσαλὴμ ἢ τὰ τοῦ Θεοῦ ἅγια ἢ τὸ θυσιαστήριον καὶ τὸ δῶρον ἢ τὴν τοῦ ναοῦ χρύσωσιν ἢ τὴν οἰκείαν κεφαλήν, ἰουδαικῆς γὰρ παραφθορᾶς ἡ συνήθεια, διὸ καὶ ἀπαγορευτέα, εἶναι δὲ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὒ τοῖς πιστοῖς παρεγγυᾷ, καὶ τὸ τούτων περισσὸν τοῦ πονηροῦ εἶναι λέγει· πόσῳ μᾶλλον ὑπόδικοι οἱ τὰ ψευδώνυμα ὡς ὅρκια ἐπομνύμενοι καὶ τὰ νομιζόμενα ἀντὶ τῶν ἀληθῶν δοξάζοντες; Οὓς ὁ Θεὸς διὰ μοχθηρίαν παρέδωκεν εἰς ἀβουλίαν, ἐνεργεῖν τὰ μὴ δέοντα.

ιγ. Κατάλογος τῶν τοῦ Κυρίου ἑορτῶν, ἃς δεῖ φυλάσσειν, καὶ πότε τούτων ἑκάστη ὀφείλει ἐπιτελεῖσθαι.
Τὰς ἡμέρας τῶν ἑορτῶν φυλάσσετε, ἀδελφοί, καὶ πρώτην γε τὴν γενέθλιον, ἥτις ὑμῖν ἐπιτελείσθω εἰκοστῇ πέμπτῃ τοῦ ἐνάτου μηνός. Μεθ᾿ ἣν ἡ ἐπιφάνιος ὑμῖν ἔστω τιμιωτάτη, καθ᾿ ἣν ὁ Κύριος ἀνάδειξιν ὑμῖν τῆς οἰκείας θεότητος ἐποιήσατο· γινέσθω δὲ καὶ αὕτη ἕκτῃ τοῦ δεκάτου μηνός. Μεθ᾿ ἃς ὑμῖν φυλακτέα ἡ νηστεία τῆς τεσσαρα κοστῆς, μνήμην περιέχουσα τῆς τοῦ Κυρίου πολιτείας τε καὶ νομοθεσίας. Ἐπιτελείσθω δὲ ἡ νηστεία αὕτη πρὸ τῆς νηστείας τοῦ πάσχα, ἀρχομένη μὲν ἀπὸ δευτέρας, πληρουμένη δὲ εἰς παρασκευήν. Μεθ᾿ ἃς ἀπονηστεύσαντες ἄρξασθε τῆς ἁγίας τοῦ πάσχα ἑβδομάδος, νηστεύοντες αὐτὴν πάντες μετὰ φόβου καὶ τρόμου, προσευχόμενοι ἐν αὐταῖς περὶ τῶν ἀπολλυμένων.

ιδ. Περὶ τοῦ πάθους τοῦ Κυρίου καὶ τί ἐν ἑκάστῃ ἡμέρᾳ ἐπράχθη τῶν ἐν τῷ πάθει. Περὶ Ἰούδα τοῦ προδότου. Ὅτι οὐ συμπαρῆν Ἰούδας ἐν τῷ τὸν Κύριον παραδιδόναι τοῖς μαθηταῖς τὰ μυστήρια. Τὰ περὶ τὸν σωτῆρα προελθόντα ἐν οἴκῳ Καιάφα καὶ Ἄννα καὶ Πιλάτου. Ἀπόδειξις τῶν τοῦ Χριστοῦ παθημάτων ἐκ γραφικῶν μαρ τυριῶν.
Ἤρξαντο γὰρ τὴν κατὰ τοῦ Κυρίου ἐπιβουλὴν ποιεῖσθαι δευτέρᾳ σαββάτων μηνὶ πρώτῳ, ὅς ἐστι Ξανθικός· καὶ τῇ τρίτῃ τοῦ σαββάτου παρέτεινεν ἡ σκέψις, τῇ δὲ τετράδι διωρίσαντο σταυρῷ ἀνελεῖν αὐτόν. Καὶ Ἰούδας γνοὺς τοῦτο, ἐκ πολλοῦ μὲν διαστραφείς, τότε δὲ καὶ ὑπ᾿ αὐτοῦ τοῦ διαβόλου βληθεὶς φιλαργυρίᾳ, καίτοι πάλαι τὸ γλωσσό κομον ἐγκεχειρισμένος καὶ κλέπτων τὰ τῶν πενήτων, οὐκ ἀπεβλήθη ὑπὸ τοῦ Κυρίου διὰ μακροθυμίαν· ἀλλὰ καί ποτε μὲν ἑστιωμένων ἡμῶν σὺν αὐτῷ, βουλόμενος καὶ αὐτὸν σωφρονίσαι καὶ ἡμᾶς παιδεῦσαι τὴν πρόγνωσιν αὐτοῦ, λέγει· Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ ἑκάστου ἡμῶν λέγοντος· Μήτι ἐγώ; Καὶ τοῦ Κυρίου σιωπῶντος, ἀναστὰς ἐγώ, εἷς ἐκ τῶν δώδεκα, φιλού μενος πλεῖον τῶν ἄλλων ὑπ᾿ αὐτοῦ, ἐνστερνισάμενος αὐτὸν ἱκέτευον εἰπεῖν, τίς ἂν εἴη ὁ παραδώσων αὐτόν· καὶ οὐδ᾿ οὕτως ἡμῖν εἴρηκεν αὐτοῦ τὸ ὄνομα ὁ ἀγαθὸς Κύριος, ἀλλὰ δύο σημεῖα τοῦ προδότου ἔδωκεν, ἑν μὲν εἰπών· Ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ. Δεύτερον δέ· Ὧι ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Καίτοι κἀκείνου λέγοντος· Μήτι ἐγώ εἰμι, ῥαββί; Οὐκ εἶπεν ὁ Κύριος, ὅτι ναί, ἀλλ᾿ ὅτι Σὺ εἶπας. Καὶ φοβῆσαι αὐτὸν ἐπὶ τούτῳ βουληθείς, φησίν· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾿ οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη. Καὶ ταῦτα ἀκούσας, ἀπελθὼν εἶπεν τοῖς ἱερεῦσιν· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν παρα δώσω; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ τῇ πέμπτῃ φαγόντες παρ᾿ αὐτῷ τὸ πάσχα, βάψαν τος ἐκείνου τὴν χεῖρα εἰς τὸ τρυβλίον καὶ τὸ ψωμίον λαβόντος καὶ ἐξελθόντος νυκτός, εἶπεν ἡμῖν ὁ Κύριος· Ἐλήλυθεν ἡ ὥρα, ἵνα σκορπισθῆτε καὶ ἐμὲ μόνον ἀφῆτε, καὶ ἑκάστου διισχυριζομένου μὴ ἐγκαταλεῖψαι αὐτόν, ἐμοῦ Πέτρου ἐπαγ γελλομένου καὶ συναποθανεῖν αὐτῷ, εἶπεν· Ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με. Παραδοὺς δὲ ἡμῖν τὰ ἀντίτυπα μυστήρια τοῦ τιμίου σώματος αὐτοῦ καὶ αἵματος, Ἰούδα μὴ συμπαρόντος ἡμῖν, ἐξῆλθεν εἰς τὸ ὄρος τῶν ἐλαιῶν πλησίον τοῦ χειμάρρου τῶν κέδρων, ὅπου ἦν κῆπος· συνῆμεν δὲ καὶ ἡμεῖς καὶ ὑμνήσαμεν κατὰ τὸ ἔθος. Καὶ χωρισθεὶς ἡμῶν οὐ πολύ, προσηύχετο τῷ Πατρὶ λέγων· Πάτερ, παρένεγκε ἀπ᾿ ἐμοῦ τὸ ποτήριον· πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν. Καὶ τοῦτο ποιήσας τρίτον, ἡμῶν ἀπὸ τῆς ἀθυμίας εἰς ὕπνον καταπεσόντων, ἐλθὼν λέγει ἡμῖν· Ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. Καὶ ἰδοὺ Ἰούδας καὶ μετ᾿ αὐτοῦ ὄχλος ἀσεβῶν· καὶ σημεῖον προδοσίας δείκνυσιν αὐτοῖς δόλιον φίλημα, οἱ δὲ δεξάμενοι τὸ σύνθημα, ἐκράτησαν τὸν Κύριον καὶ δέσμιον ποιησάμενοι ἤγαγον εἰς τὴν οἰκίαν Καιάφα τοῦ ἀρχιερέως, ἐν ᾗ πολὺς συγκεκρότητο οὐ λαός, ἀλλ᾿ ὄχλος, οὐδὲ πρεσβυ τέριον ἱερόν, ἀλλὰ συνέδριον παρανόμων καὶ βουλευτήριον ἀσεβῶν· οἱ καὶ πολλὰ ποιησάμενοι κατ᾿ αὐτοῦ πᾶν εἶδος ὕβρεως οὐ παρέλιπον, ἐμπτύοντες, κερτομοῦντες, τύπτοντες, ῥαπίζοντες, λοιδορούμενοι, αὐτὸν πειράζοντες, μαντείας ἐπιζητοῦντες ἀντὶ προφητείας, εἴρωνα, βλάσφημον, Μωϋσέως παραβάτην, ἱεροῦ καθαιρέτην, θυσιῶν ἀναιρέτην, Ῥωμαίων πολέμιον, καίσαρος ἐναντίον ἀποκαλοῦντες. Καὶ ταῦτα μέχρις ὄρθρου βαθέος ἐμπαροινήσαντες αὐτῷ οἱ ταῦροι καὶ οἱ κύνες ἀπάγουσιν αὐτὸν πρὸς Ἄνναν, ὃς ἦν πενθερὸς τοῦ Καιάφα· κἀκεῖ τὰ ὅμοια δράσαντες, παρασκευῆς οὔσης, τῷ ἄρχοντι τῶν Ῥωμαίων παρέδωκαν αὐτὸν Πιλάτῳ, κατηγοροῦντες αὐτοῦ πολλὰ καὶ βαρέα, ὧν οὐδὲν ἴσχυον ἀπελέγξαι· ἐφ᾿ οἷς ὁ ἄρχων δυσανασχετήσας ἔλεγεν· Οὐδεμίαν αἰτίαν κατ᾿ αὐτοῦ εὑρίσκω. Οἱ δὲ μάρτυρας δύο ψευδεῖς ἀγαγόντες ἐβούλοντο συκοφαντεῖν τὸν Κύριον· ἀσυμφώνων δὲ αὐτῶν εὑρεθέντων εἰς καθοσίωσιν ἀνήγαγον τὸ πρᾶγμα λέγοντες· Οὗτος ἑαυτὸν λέγει βασιλέα εἶναι, καὶ φόρους καίσαρι κωλύει διδόναι. Καὶ γίνονται αὐτοὶ κατήγοροι καὶ μάρτυρες καὶ κριταὶ καὶ τῆς ἀποφάσεως ἐξουσιασταὶ λέγοντες· Σταύ ρωσον, σταύρωσον αὐτόν, ἵνα πληρωθῇ ὅ τι γέγραπται περὶ αὐτοῦ ἐν τοῖς Προφήταις· Συνήχθησαν ἐπ᾿ ἐμὲ μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτήν. Καὶ πάλιν· Περιεκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονη ρευομένων περίεσχόν με. Καὶ ἐν ἑτέροις· Ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ᾿ ἐμὲ τὴν φωνὴν αὐτῆς. Ὁ οὖν Πιλᾶτος ἀνανδρίᾳ καταισχύ νας τὴν ἀρχὴν αὐτὸς ἑαυτὸν ἐξελέγχει κακίας, πρὸ τοῦ δικαίου τὰ πλήθη θεραπεύσας, καὶ μαρτυρῶν μὲν αὐτῷ ὡς ἀναιτίῳ, ὡς αἴτιον δὲ κολάσει τοῦτον παραδιδοὺς σταυρῷ, καίτοι Ῥωμαίων νόμους τιθεμένων μηδένα ἀνεξέλεγκτον θνήσκειν. Δήμιοι δὲ παραλαβόντες τὸν τῆς δόξης Κύριον ξύλῳ προσήλωσαν, ἕκτῃ μὲν ὥρᾳ σταυρώσαντες αὐτόν, τρίτῃ δὲ ὥρᾳ τὴν ἀπόφασιν δεξάμενοι τὴν περὶ αὐτοῦ. Ἔπειτα ἔδωκαν αὐτῷ ὄξος πιεῖν μετὰ χολῆς, εἶτα τὰ ἱμάτια αὐτοῦ κλήρῳ διεμερίσαντο, εἶτα δύο κακούργους ἐσταύρωσαν σὺν αὐτῷ ἐξ ἑκατέρου μέρους, ἵνα πληρωθῇ τὸ γεγραμμένον· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Καὶ πάλιν· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ ἐν ἄλλοις· Καὶ μετὰ ἀνόμων ἐλογίσθην. Ἔπειτα ἐγένετο τρεῖς ὥρας σκότος, ἀπὸ ἕκτης ἕως ἐνάτης, καὶ πάλιν φῶς πρὸς δείλην, καθὼς γέγραπται· Καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ περὶ τὴν ἐνάτην ὥραν ἀναβοήσας εἶπεν τῷ Πατρί· Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; Καὶ μετ᾿ ὀλίγον κράξας φωνῇ μεγάλῃ· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν ὃ ποιοῦσιν, καὶ ἐπαγαγών· Εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, ἀπέπνευσεν, καὶ θάπτεται πρὸ ἡλίου δύσεως ἐν μνημείῳ καινῷ. Ἐπιφωσκούσης δὲ τῆς μιᾶς σαββάτων, ἀναστὰς ἐκ νεκρῶν ἐπλήρωσεν ἐκεῖνα, ἃ καὶ πρὸ τοῦ πάθους ἡμῖν προέλεγεν φάσκων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Καὶ ἀναστὰς ἐκ νεκρῶν πρώτῃ μὲν φανεροῦται Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ Μαρίᾳ τῇ Ἰακώβου, εἶτα καὶ Κλεόπᾳ ἐν τῇ ὁδῷ, καὶ μετὰ τοῦτο ἡμῖν τοῖς μαθηταῖς αὐτοῦ, φεύγουσιν μὲν διὰ τὸν φόβον τῶν Ἰουδαίων, λαθραίως δὲ περιεργαζομένοις τὰ κατ᾿ αὐτόν. Ταῦτα δὲ καὶ ἐν τῷ Εὐαγγελίῳ ἀνεγράφη. Παρήγγειλεν οὖν ἡμῖν αὐτὸς νηστεύειν τὰς ἑξ ἡμέρας ταύτας διὰ τὴν τῶν Ἰουδαίων δυσσέβειαν καὶ παρα νομίαν, πενθεῖν αὐτοὺς καὶ ὀδύρεσθαι παρακελευσάμενος ἐπὶ τῇ ἀπωλείᾳ αὐτῶν· καὶ γὰρ καὶ αὐτὸς αὐτοῖς ἐπεδάκρυσεν, ἀγνοήσασι τὸν καιρὸν τῆς ἐπισκοπῆς αὐτῶν· τετράδα δὲ καὶ παρασκευὴν προσέταξεν ἡμῖν νηστεύειν, τὴν μὲν διὰ τὴν προδοσίαν, τὴν δὲ διὰ τὸ πάθος· ἀπονηστεῦσαι δὲ προσέταξεν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀλέκτορος φωνήσαντος, αὐτὸ δὲ νηστεῦσαι τὸ σάββατον, οὐχ ὅτι δεῖ τὸ σάββατον νηστεύειν, κατάπαυσιν δημιουργίας ὑπάρχον, ἀλλ᾿ ὅτι ἐκεῖνο μόνον χρὴ νηστεύειν, τοῦ δημιουργοῦ ἐν αὐτῷ ἔτι ὑπὸ γῆν ὄντος. Ἐν αὐτῇ γὰρ αὐτῶν τῇ ἑορτῇ κατέσχον τὸν Κύριον. ὅπως πληρωθῇ ἐκεῖνο τὸ φάσκον λόγιον· Ἔθεντο τὰ σημεῖα αὐτῶν ἐν μέσῳ τῆς ἑορτῆς αὐτῶν, καὶ οὐκ ἔγνω σαν. Δεῖ οὖν πενθεῖν ὑπὲρ αὐτῶν, ὅτι ἐλθόντος τοῦ Κυρίου οὐκ ἐπίστευσαν αὐτῷ, ἀλλ᾿ ἀπεσείσαντο τὴν διδασκα λίαν αὐτοῦ, ἀναξίους κρίναντες ἑαυτοὺς σωτηρίας.

ιε. Περὶ τῆς μεγάλης ἑβδομάδος καὶ διὰ τἲ τετράδα καὶ παρασκευήν ἐπιτρέπουσι νηστεύειν.
ιε. Ὑμεῖς οὖν μακάριοι, οἵ ποτε οὐ λαός, νῦν δὲ ἔθνος ἅγιον ῥυσθὲν ἀπὸ πλάνης εἰδώλων, ἀπὸ ἀγνοίας, ἀπὸ δυσσεβείας· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες διὰ τὴν ὑπακοὴν τῆς καρδίας ὑμῶν. Ὑμῖν γὰρ ἠνοίγη ἡ πύλη τῆς ζωῆς τοῖς ἐξ ἐθνῶν, οἵτινές ποτε οὐκ ἠγαπημένοι, νῦν δὲ πεφιλημένοι, λαὸς εἰς περιποίησιν Θεοῦ τεταγμένος τῷ τὰς ἀρετὰς αὐτοῦ ἐξαγγέλλειν, περὶ ὧν εἶπεν ὁ σωτήρ· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εἶπα· ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. Μὴ ζητήσαντες γὰρ αὐτόν ποτε ἐπεζητήθητε παρ᾿ αὐτοῦ, καὶ ὑμεῖς πιστεύσαντες εἰς αὐτὸν ὑπηκούσατε τῇ κλήσει αὐτοῦ, καταλείψαντες τὴν πολύθεον μανίαν καὶ τῇ ἀληθεῖ μοναρχίᾳ προσφυγόντες, τῷ παντοκράτορι Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, πλήρωμα τοῦ ἀριθμοῦ τῶν σῳζομένων γενόμενοι, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες, ὡς ἐν τῷ Δαυὶδ γέγραπται. Πρὸς δὲ τὸν Ἰσραὴλ τὸν ἄπιστον λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέ τασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ, ἀλλ᾿ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν, λαὸν παροξύνοντά με ἐνώπιον ἐμοῦ.

ιστ. Ἀπαρίθμησις προφητικῶν προρρήσεων τὸν Χριστὸν κηρυττόν των, ὧν Ἰουδαῖοι τὴν ἔκβασιν θεασάμενοι ἐκ κακονοίας ἠπίστησαν αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ καὶ σταυρῷ κατέκριναν τὸν τῆς δόξης Κύριον.
Βλέπετε οὖν, ὅπως παρώξυνεν ὁ λαὸς τὸν Κύριον, μὴ πιστεύσας αὐτῷ. Διὸ λέγει· Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν. Ἀβλεψία γὰρ αὐτοῖς κατεχύθη διὰ τὴν κακόνοιαν αὐτῶν, ὅτι βλέποντες τὸν Ἰησοῦν οὐκ ἐπίστευον αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ, τὸν πρὸ πάντων αἰώνων ὑπ᾿ αὐτοῦ γεγεννημένον, Υἱὸν μονογενῆ, Λόγον Θεόν, ὃν οὐκ ἐπέγνωσαν δι᾿ ἀπιστίαν, οὔτε διὰ τῶν ἐνεργειῶν αὐτοῦ, οὔτε μὴν διὰ τῶν περὶ αὐτοῦ γεγραμμένων προφητειῶν. Ὅτι γὰρ ἐκ παρθένου γεννη θήσεται, ἀνεγίνωσκον τὸ Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅτι παιδίον ἐγεννήθη, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυ ρὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅτι δὲ διὰ κακίαν ὑπερβάλλουσαν ἀπειθή σουσιν αὐτῷ, λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Καὶ ἑξῆς· Ἀχοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου. Διὸ ἤρθη ἀπ᾿ αὐτῶν ἡ γνῶσις, ὅτι ἰδόντες παρεῖδον καὶ ἀκούσαντες οὐκ ἤκουσαν. Ὑμῖν δὲ τοῖς ἐξ ἐθνῶν ἐδόθη ἡ βασιλεία, ὅτι μὴ γινώ σκοντες Θεὸν διὰ τοῦ κηρύγματος πιστεύσαντες ἔγνωτε αὐτόν, μᾶλλον δὲ ἐγνώσθητε ὑπ᾿ αὐτοῦ διὰ Ἰησοῦ τοῦ σωτῆρος καὶ λυτρωτοῦ τῶν ἐλπιζόντων ἐπ᾿ αὐτόν. Μετα βάντες γὰρ ἀπὸ τῆς προτέρας ματαιοπόνου συνηθείας καὶ τῶν ἀψύχων εἰδώλων ὑπεριδόντες καὶ τῶν ἐν σκότει δαιμόνων καταφρονήσαντες, προσδραμόντες τε τῷ φωτὶ τῷ ἀληθινῷ καὶ ἐπιγνόντες δι᾿ αὐτοῦ τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ Πατέρα, κληρονόμοι τῆς αὐτοῦ βασιλείας ἀνεφάνητε. Βαπτισθέντες γὰρ εἰς τὸν τοῦ Κυρίου θάνατον καὶ εἰς τὴν ἀνάστασιν αὐτοῦ, ὡς ἀρτιγέννητα βρέφη ἀνενέργητοι πρὸς πᾶσαν ἁμαρτίαν ὀφείλετε εἶναι· οὐ γάρ ἐστε ἑαυτῶν, ἀλλὰ τοῦ ἀγοράσαντος ὑμᾶς τῷ ἑαυτοῦ αἵματι. Περὶ γὰρ τοῦ ποτε Ἰσραὴλ εἶπεν ὁ Κύριος διὰ τὴν ἀπιστίαν αὐτῶν, ὅτι· Ἀρθήσεται ἀπ᾿ αὐτῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλαδὴ ὅτι ὑμῖν τοῖς ποτε οὖσιν ἀπεξενωμένοις αὐτοῦ μακρὰν δοὺς τὴν βασιλείαν, ἐκδέχεται τοὺς τῆς εὐγνωμοσύνης καρπούς. Ὑμεῖς γάρ ἐστε οἵ ποτε ἀποσταλέντες εἰς τὸν ἀμπελῶνα καὶ μὴ ὑπακούσαντες, ἐκεῖνοι δὲ οἱ ὑπακούσαντες· ἀλλὰ ὑμεῖς μὲν μεταμεληθέντες ἐπὶ τῇ ἀντιλογίᾳ ἐργάζεσθε ἐν αὐτῷ νῦν, οἱ δὲ δυσχεράναντες ἐπὶ ταῖς ἑαυτῶν συνθήκαις οὐ μόνον ἀνέργαστον κατέλειψαν τὸν ἀμπελῶνα, ἀλλὰ καὶ τοὺς ἐπιτρόπους τοῦ κυρίου τοῦ ἀμπελῶνος ἀπέκτειναν, ὃν μὲν λίθοις, ὃν δὲ ξίφει, καὶ τὸν μὲν ἔπρισαν, τὸν δὲ ἔνδον τοῦ ἱεροῦ ἀνεῖλον μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· ὕστερον δὲ καὶ αὐτὸν τὸν κληρονόμον ἔξω τοῦ ἀμπελῶνος ἐκβαλόντες ἀπέκτειναν. Καὶ παρ᾿ αὐτοῖς μὲν ὡς λίθος ἀχρεῖος ἀπεβλήθη, παρ᾿ ὑμῶν δὲ ὡς ἀκρογωνιαῖος ἐδέχθη· διὸ λέγει περὶ ὑμῶν· Λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μου.

ιζ. Ὅπως ὀφείλει γίνεσθαι τὸ πάσχα καὶ πότε, καὶ ὅτι οὐ δεῖ μετὰ Ἰουδαίων ἑορτάζειν.
Δεῖ οὖν ὑμᾶς, ἀδελφοί, τοὺς τῷ τοῦ Χριστοῦ ἐξηγορασμένους τιμίῳ αἵματι, τὰς ἡμέρας τοῦ πάσχα ἀκρι βῶς ποιεῖσθαι μετὰ πάσης ἐπιμελείας μετὰ τροπὴν ἰσημε ρινήν, ὅπως μὴ δὶς τοῦ ἐνιαυτοῦ ἑνὸς παθήματος μνείαν ποιῆσθε, ἀλλὰ ἅπαξ τοῦ ἔτους τοῦ ἅπαξ ἀποθανόντος, μηκέτι παρατηρούμενοι μετὰ Ἰουδαίων ἑορτάζειν. Οὐδεμία γὰρ κοινωνία ἡμῖν νῦν πρὸς αὐτούς· πεπλάνηνται γὰρ καὶ αὐτὴν τὴν ψῆφον, ἣν νομίζουσιν ἐπιτελεῖν, ὅπως πανταχόθεν ὦσιν πεπλανημένοι καὶ τῆς ἀληθείας ἀπεσχοινισμένοι. Ὑμεῖς δὲ φυλάσσεσθε ἀκριβῶς τὴν ἰσημέριον τροπὴν τῆς ἐαρινῆς ὥρας, ἥτις γίνεται δευτέρᾳ καὶ εἰκάδι τοῦ δωδεκάτου μηνός, ὅς ἐστι Δύστρος· ἐπιτηροῦντες ἕως πρώτης καὶ εἰκάδος σελήνης, ὅπως μὴ ἐν ἑτέρᾳ ἑβδομάδι ἐμπέσοι ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης, καὶ πλάνης γενομένης ἀγνοίᾳ δὶς τοῦ ἐνιαυτοῦ ἐπιτελέσωμεν τὸ πάσχα, ἢ ἐν ἄλλῃ ἡμέρᾳ ἑορτάσωμεν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναστάσιμον ἡμέραν, ἀλλ᾿ ἐν κυριακῇ μόνῃ.

ιη. Διάταξις περὶ τῆς μεγάλης τοῦ πάσχα ἑβδομάδος.
Ἐν ταῖς ἡμέραις οὖν τοῦ πάσχα νηστεύετε, ἀρχό μενοι ἀπὸ δευτέρας μέχρι τῆς παρασκευῆς καὶ σαββάτου, ἑξ ἡμέρας, μόνῳ χρώμενοι ἄρτῳ καὶ ἁλὶ καὶ λαχάνοις καὶ ποτῷ ὕδατι, οἴνου δὲ καὶ κρεῶν ἀπέχεσθε ἐν ταύταις· ἡμέραι γάρ εἰσι πένθους, ἀλλ᾿ οὐχ ἑορτῆς. Τὴν μέντοι παρασκευὴν καὶ τὸ σάββατον ὁλόκληρον νηστεύσατε, οἷς δύναμις πρόσεστιν τοιαύτη, μηδενὸς γευόμενοι μέχρις ἀλεκτο ροφωνίας νυκτός· εἰ δέ τις ἀδυνατεῖ τὰς δύο συνάπτειν ὁμοῦ, φυλασσέσθω κἂν τὸ σάββατον. Λέγει γάρ που αὐτὸς ὁ Κύριος περὶ ἑαυτοῦ φάσκων· Ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.

ιθ. Περὶ τῆς παννυχίδος τοῦ μεγάλου σαββάτου καὶ περὶ τῆς ἀναστα σίμου ἡμέρας.
Ἐν ταύταις οὖν ἤρθη ἀφ᾿ ἡμῶν ὑπὸ τῶν ψευδω νύμων Ἰουδαίων καὶ σταυρῷ προσεπάγη καὶ μετὰ ἀνόμων ἐλογίσθη. Διὸ παραινοῦμεν καὶ ὑμῖν νηστεύειν ταύτας, ὡς καὶ ἡμεῖς ἐνηστεύσαμεν ἐν τῷ ληφθῆναι αὐτὸν ἀφ᾿ ἡμῶν, ἄχρις ἑσπέρας. Ἐν δὲ ταῖς λοιπαῖς ταῖς πρὸ τῆς παρασκευῆς ἐνάτῃ ὥρᾳ ἢ ἑσπέρᾳ ἕκαστος ἐσθιέτω, ἢ ὅπως ἄν τις δύνηται, ἀπὸ δὲ ἑσπέρας πέμπτης μέχρις ἀλεκτορο φωνίας ἀπονηστιζόμενοι. Ἐπιφωσκούσης μιᾶς σαββάτων, ἥτις ἐστὶ κυριακή, ἀπὸ ἑσπέρας ἕως ἀλεκτοροφωνίας ἀγρυπνοῦντες καὶ ἐπὶ τὸ αὐτὸ ἐν τῇ ἐκκλησίᾳ συναθροιζόμενοι γρηγορεῖτε, προσευ χόμενοι καὶ δεόμενοι τοῦ Θεοῦ ἐν τῇ διανυκτερεύσει ὑμῶν, ἀναγινώσκοντες τὸν Νόμον, τοὺς Προφήτας, τοὺς Ψαλμοὺς μέχρις ἀλεκτρυόνων κραυγῆς· καὶ βαπτίσαντες ὑμῶν τοὺς κατηχουμένους καὶ ἀναγνόντες τὸ Εὐαγγέλιον ἐν φόβῳ καὶ ἐν τρόμῳ καὶ προσλαλήσαντες τῷ λαῷ τὰ πρὸς σωτηρίαν, παύσασθε τοῦ πένθους ὑμῶν καὶ δεήθητε τοῦ Θεοῦ ἐπιστρα φῆναι τὸν Ἰσραὴλ καὶ λαβεῖν αὐτὸν τόπον μετανοίας καὶ τῆς ἀσεβείας ἄφεσιν· Ὅτι ὁ μὲν ἀλλόφυλος κριτὴς νιψά μενος τὰς χεῖρας εἶπεν· Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου, ὑμεῖς ὄψεσθε, ὁ δὲ Ἰσραὴλ ἐπεβόησεν· Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Καὶ Πιλάτου εἰπόντος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; αὐτοὶ ἐπεβόων· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα· σταύρωσον, σταύρωσον αὐτόν· πᾶς γὰρ ὁ ποιῶν ἑαυτὸν βασιλέα ἀντιλέγει τῷ καίσαρι, καὶ ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ καίσαρος. Καὶ Πιλᾶτος ὁ ἡγεμὼν καὶ Ἡρώδης ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν σταυρωθῆναι, καὶ πληροῦται τὸ φάσκον λόγιον· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, καὶ ἀπέρριψαν τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον. Καὶ αὐτοῦ σταυρωθέντος τῇ παρασκευῇ καὶ ἀναστάντος ἐπιφωσκούσης κυριακῆς, ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονο μήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν. Καὶ πάλιν· Νῦν ἀναστή σομαι, λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ καὶ παρρησιάσομαι ἐν αὐτῷ. Καί· Σὺ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Διὰ τοῦτο οὖν καὶ ὑμεῖς, ἀναστάντος τοῦ Κυρίου, προσενέγκατε τὴν θυσίαν ὑμῶν, περὶ ἧς ὑμῖν διετάξατο δι᾿ ἡμῶν λέγων· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, καὶ λοιπὸν ἀπονηστεύετε, εὐφραι νόμενοι καὶ ἑορτάζοντες, ὅτι ἀρραβὼν τῆς ἀναστάσεως ὑμῶν Ἰησοῦς ὁ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, καὶ τοῦτο ὑμῖν ἔστω νόμιμον αἰώνιον ἕως τῆς συντελείας τοῦ αἰῶνος, μέχρις ἂν ἔλθῃ ὁ Κύριος. Ἰουδαίοις γὰρ ὁ Κύριος ἔτι τέθνηκεν, Χριστιανοῖς δὲ ἐγήγερται, τοῖς μὲν δι᾿ ἀπιστίαν, τοῖς δὲ διὰ πληροφορίαν, ὅτι ἡ εἰς αὐτὸν ἐλπὶς ἀθάνατος ζωὴ καὶ αἰώνιος.

κ. Πρόρρησις προφητείας περὶ τοῦ Κυρίου, ἣν Ἰουδαῖοι ἀναγινώ σκουσι τῇ δεκάτῃ τοῦ σεπτεμβρίου ἤτοι γορπιαίου.
Μετὰ δὲ ὀκτὼ ἡμέρας ἔστω ὑμῖν πάλιν ἑορτὴ τιμία αὐτὴ ἡ ὀγδόη, ἐν ᾗ δυσπιστοῦντα ἐμὲ Θωμᾶν ἐπὶ τῇ ἀναστάσει ἐπληροφόρησεν, δείξας μοι τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης ἐν τῇ πλευρᾷ τὴν τρῶσιν. Καὶ πάλιν ἀπὸ τῆς πρώτης κυριακῆς ἀριθμήσαντες τεσσαράκοντα ἡμέρας, ἀπὸ κυριακῆς ἄχρι πέμπτης ἑορτάσατε τὴν ἑορτὴν τῆς ἀναλήψεως τοῦ Κυρίου, καθ᾿ ἣν πληρώσας πᾶσαν οἰκονομίαν καὶ διάταξιν ἀνῆλθεν πρὸς τὸν ἀποστείλαντα αὐτὸν Θεὸν καὶ Πατέρα, καθίσας ἐκ δεξιῶν τῆς δυνάμεως καὶ περιμένων, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὃς καὶ ἐλεύσεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δυνάμεως καὶ δόξης πολλῆς, κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ τότε ὄψονται τὸν ἀγα πητὸν Υἱὸν τοῦ Θεοῦ, ὃν ἐξεκέντησαν, καὶ ἐπιγνόντες αὐτὸν κόψονται ἐφ᾿ ἑαυτοῖς φυλὴ κατὰ φυλὴν, καὶ αἱ γυναῖκες αὐτῶν κατ᾿ ἰδίαν. Καὶ γὰρ καὶ νῦν δεκάτῃ τοῦ Γορπιαίου μηνὸς συναθροιζόμενοι τοὺς Θρήνους Ἱερεμίου ἀναγινώσκουσιν, ἐν οἷς εἴρηται· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθο ραῖς αὐτῶν, καὶ τὸν Βαρούχ, ἐν ᾧ γέγραπται· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδειξεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾿ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ ὅταν ἀναγνῶσιν, κόπτονται καὶ θρηνοῦσιν, ὡς μὲν αὐτοὶ νομίζουσιν, τὴν ἐρημίαν τὴν ὑπὸ Ναβουχοδονόσορ γενομένην, ὡς δὲ ἡ ἀλήθεια ἔχει, προοίμια ποιοῦνται ἄκοντες τοῦ μέλλοντος αὐτοὺς καταλαμβάνειν πένθους. Μετὰ δὲ δέκα ἡμέρας τῆς ἀναλήψεως, ἥτις ἀπὸ τῆς πρώτης κυριακῆς πεντηκοστὴ γίνεται, ἑορτὴ μεγάλη ὑμῖν ἔστω· ἐν αὐτῇ γὰρ ὥρᾳ τρίτῃ ἀπέστειλεν εἰς ἡμᾶς ὁ Κύριος Ἰησοῦς τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, καὶ ἐπλήσθημεν αὐτοῦ τῆς ἐνεργείας καὶ γλώσσαις καιναῖς ἐλαλήσαμεν, καθὼς ἐκεῖνο ὑπήχει ἐν ἡμῖν, καὶ ἐκηρύξαμεν Ἰουδαίοις τε καὶ ἔθνεσιν, αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ τὸν ὡρισμένον ὑπ᾿ αὐτοῦ κριτὴν ζώντων καὶ νεκρῶν. Τοῦτον Μωϋσῆς μαρτυρῶν ἔλεγεν· Ἔλαβεν Κύριος παρὰ Κυρίου πῦρ καὶ ἔβρεξεν. Τοῦτον εἶδεν Ἰακὼβ ὡς ἄνθρωπον καὶ εἶπεν· Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσω πον, καὶ ἐσώθη μου ἡ ψυχή. Τοῦτον Ἀβραὰμ ξενοδοχήσας κριτὴν ὡμολόγει καὶ ἑαυτοῦ Κύριον. Τοῦτον Μωϋσῆς ἐπὶ τῆς βάτου τεθέαται· περὶ τούτου ἐν Δευτερονομίῳ ἔλεγεν· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς· ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. Τοῦτον εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ στρατιάρχην τῆς δυνάμεως Κυρίου καθωπλισμένον, σύμμαχον εἰς Ἱεριχώ, ᾧ καὶ πεσὼν προσεκύνησεν, ὡς δοῦλος δεσπότῃ. Τοῦτον Σαμουὴλ εἰδὼς Χριστὸν Θεοῦ τοὺς ἱερεῖς καὶ τοὺς βασιλεῖς χριστοὺς ὠνόμαζεν. Τοῦτον Δαυὶδ εἰδὼς ἔψαλλεν τὴν ὑπὲρ αὐτοῦ ᾠδὴν λέγων· Ὠιδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Καὶ ἐπιφέρων εἰς πρόσωπον αὐτοῦ ἔφασκεν· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου· τὰ βέλη σου ἠκονημένα, δυνατέ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως λαοὶ ὑποκάτω σου πεσοῦνται· διὰ τοῦτο ἔχρισέν σε, ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Περὶ αὐτοῦ καὶ ὁ Σολομὼν ἔλεγεν ὡς ἐκ προσώπου αὐτοῦ· Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Καὶ πάλιν· Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον. Περὶ αὐτοῦ καὶ Ἡσαΐας ἔλεγεν· Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Καὶ· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ζαχαρίας δέ· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται σοι δίκαιος καὶ σῴζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Τοῦτον Δανιὴλ Υἱὸν ἀνθρώπου εἶναι λέγει ἐρχόμενον πρὸς τὸν Πατέρα, καὶ πᾶσαν τὴν κρίσιν καὶ τὴν τιμὴν παρ᾿ ἐκείνου ὑποδεχόμενον, καὶ λίθον ἀπὸ ὄρους ἄνευ χειρῶν τμηθέντα καὶ γενόμενον εἰς ὄρος μέγα καὶ πληρώσαντα πᾶσαν τὴν γῆν, συντρίβοντα πολυαρχίαν τοπαρχιῶν καὶ πολυθεΐαν ἀθέων, κηρύσσοντα δὲ τὸν ἕνα Θεὸν καὶ χειροτο νοῦντα τὴν τῶν Ῥωμαίων μοναρχίαν. Περὶ τούτου καὶ Ἱερεμίας προφητεύων ἔλεγεν· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Καὶ Ἰεζεκιὴλ δὲ καὶ οἱ καθεξῆς προφῆται πανταχοῦ, τοῦτον εἶναι Χριστὸν Κύριον, βασιλέα, κριτήν, νομοθέτην, ἄγγελον τοῦ Πατρός, μονογενῆ Θεόν. Τοῦτον οὖν καὶ ἡμεῖς κηρύσσομεν ὑμῖν καὶ εὐαγγελι ζόμεθα Θεὸν Λόγον, ὑπηρετούμενον τῷ Θεῷ αὐτοῦ καὶ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν· τούτῳ πιστεύοντες ζήσεσθε, ἀπιστοῦντες δὲ κολασθήσεσθε. Ὁ γὰρ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾿ αὐτόν. Μετὰ οὖν τὸ ἑορτάσαι ὑμᾶς τὴν πεντηκοστὴν ἑορτά σατε μίαν ἑβδομάδα, καὶ μετ᾿ ἐκείνην νηστεύσατε μίαν· δίκαιον γὰρ καὶ εὐφρανθῆναι ἐπὶ τῇ ἐκ Θεοῦ δωρεᾷ καὶ νηστεῦσαι μετὰ τὴν ἄνεσιν. Καὶ γὰρ καὶ Μωϋσῆς καὶ Ἠλίας ἐνήστευσαν τεσσαράκοντα ἡμέρας, καὶ Δανιὴλ τρεῖς ἑβδομάδας ἡμερῶν ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ. Καὶ ἡ μακαρία Ἄννα αἰτουμένη τὸν Σαμουὴλ λέγει· Οἶνον καὶ σίκερα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν ψυχήν μου ἐνώπιον Κυρίου. Καὶ Νινευῖται, νηστεύσαντες τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, τῆς ὀργῆς τὴν πεῖραν ἀπέφυγον, καὶ Ἐσθὴρ καὶ Μαρδοχαῖος καὶ Ἰουδὶθ τὴν τῶν ἀσεβῶν ἐπανάστασιν νηστεύσαντες ἀπέφυγον Ὀλοφέρνου καὶ Ἀμάν. Καὶ Δαυὶδ λέγει· Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον. Καὶ ὑμεῖς οὖν νηστεύ οντες αἰτεῖσθε παρὰ τοῦ Θεοῦ τὰ αἰτήματα ὑμῶν. Μετὰ δὲ τὴν ἑβδομάδα τῆς νηστείας πᾶσαν τετράδα καὶ πᾶσαν παρασκευὴν προστάσσομεν ὑμῖν νηστεύειν, καὶ τὴν περισσείαν ὑμῶν τῆς νηστείας πένησιν ἐπιχορηγεῖν. Πᾶν μέντοι σάββατον ἄνευ τοῦ ἑνὸς καὶ πᾶσαν κυριακὴν ἐπιτελοῦντες συνόδους εὐφραίνεσθε· ἔνοχος γὰρ ἁμαρτίας ἔσται ὁ τὴν κυριακὴν νηστεύων, ἡμέραν ἀναστάσεως οὖσαν, ἢ τὴν πεντηκοστὴν ἢ ὅλως ἡμέραν ἑορτῆς Κυρίου κατηφῶν· εὐφρανθῆναι γὰρ δεῖ ἐν αὐταῖς, ἀλλ᾿ οὐ πενθῆσαι.

ΙΣΤΟΣΕΛΙΔΑ
@ ΓΟΕΕ 2006